Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Psaume 8.3     

Psaumes 8.3
Septante


1 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυιδ. 2 κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. 4 ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τῶν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. 5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν. 6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 8 πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 10 κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Cette Bible est dans le domaine public.