Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 35.9     

Esaïe 35.9
Septante


Bénédiction future d’Israël

1 εὐφράνθητι ἔρημος διψῶσα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον.
Esaïe 51.3 Esaïe 55.12-55.13 Esaïe 61.10-61.11 Esaïe 52.9-52.10 Psaumes 97.8
2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ.
Esaïe 60.13 Esaïe 25.9 Romains 10.15 Esaïe 40.5 Esaïe 55.12-55.13
3 ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα.
Hébreux 12.12 Job 4.3-4.4 Esaïe 40.1-40.2 Esaïe 57.14-57.16 Actes 18.23
4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε μὴ φοβεῖσθε ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.
Esaïe 34.8 Malachie 3.1 Apocalypse 1.7 Esaïe 61.2 Esaïe 28.16
5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται.
Esaïe 29.18 Esaïe 32.3-32.4 Esaïe 42.6-42.7 Esaïe 50.4 Esaïe 42.16
6 τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ.
Jean 5.8-5.9 Luc 11.14 Matthieu 12.22 Matthieu 9.32-9.33 Esaïe 32.4
7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται ἐκεῖ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη.
Esaïe 49.10 Esaïe 34.13 Esaïe 13.22 Luc 13.29 Jean 7.38
8 ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ’ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσιν.
Matthieu 7.13-7.14 Tite 2.11-2.14 Hébreux 12.14 Esaïe 40.3-40.4 Ezéchiel 44.9
9 καὶ οὐκ ἔσται ἐκεῖ λέων οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ’ αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι.
Esaïe 62.12 Exode 15.13 Esaïe 11.6-11.9 Esaïe 65.25 Esaïe 30.6
10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ’ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Apocalypse 21.4 Esaïe 25.8 Esaïe 65.19 Esaïe 30.19 Jérémie 33.11

Cette Bible est dans le domaine public.