Dieu, le souverain refuge
1 εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορε ψαλμός.
2 πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
4 ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
5 ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα.
6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ κύριος ἐν φωνῇ σάλπιγγος.
7 ψάλατε τῷ θεῷ ἡμῶν ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν ψάλατε.
8 ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός ψάλατε συνετῶς.
9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
10 ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Αβρααμ ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.