1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Actes 4.35 Actes 2.41 Actes 9.41 Actes 2.47 Actes 9.39
2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις·
Deutéronome 1.9-1.14 Exode 18.17-18.26 Nombres 11.11-11.13 2 Timothée 2.4 Actes 4.19
3 ἐπισκέψασθε ⸀δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις ⸀πνεύματος καὶ σοφίας, οὓς ⸀καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
Deutéronome 1.13 Jacques 3.17-3.18 Esaïe 28.26 Nombres 11.16-11.25 2 Corinthiens 8.19-8.21
4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Actes 1.14 Philippiens 1.9-1.11 Actes 20.19-20.31 1 Timothée 4.13-4.16 Colossiens 4.17
5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα ⸀πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
Actes 11.24 Actes 21.8 Actes 6.3 Actes 6.8 Actes 6.10
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Actes 8.17 1 Timothée 4.14 Actes 1.24 2 Timothée 1.6 Actes 13.3
7 Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Actes 19.20 Actes 12.24 Colossiens 1.6 Romains 1.5 Hébreux 11.8
8 Στέφανος δὲ πλήρης ⸀χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Actes 6.5 Actes 8.6 Actes 6.10 Actes 4.29-4.30 Actes 6.3
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,
Actes 23.34 Actes 15.23 Actes 15.41 Actes 22.3 Matthieu 10.17
10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Luc 21.15 1 Corinthiens 2.4 Luc 1.17 Jean 7.46 Exode 4.12
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν·
Matthieu 26.59-26.60 Actes 6.13 Matthieu 28.12-28.15 Actes 18.6 Romains 3.8
12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
Proverbes 15.18 Actes 5.27 Actes 18.12 Actes 4.1-4.3 Actes 16.19-16.21
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ⸂λαλῶν ῥήματα⸃ κατὰ τοῦ τόπου τοῦ ⸀ἁγίου καὶ τοῦ νόμου,Actes 21.28 Actes 6.11 Psaumes 27.12 Matthieu 24.15 Psaumes 56.5
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
Actes 15.1 Actes 21.21 Daniel 9.26 Actes 25.8 Jérémie 26.12
15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ⸀πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Ecclésiaste 8.1 Matthieu 5.22 Matthieu 13.43 2 Corinthiens 3.18 2 Corinthiens 3.7-3.8