Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 25.11     

Esaïe 25.11
Septante


1 κύριε ὁ θεός μου δοξάσω σε ὑμνήσω τὸ ὄνομά σου ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθινήν γένοιτο κύριε.Exode 15.2 Nombres 23.19 Psaumes 98.1 Psaumes 118.28 Psaumes 40.5
2 ὅτι ἔθηκας πόλεις εἰς χῶμα πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.Esaïe 17.1 Esaïe 13.22 Esaïe 25.12 Esaïe 23.13 Jérémie 51.26
3 διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε.Esaïe 13.11 Zacharie 14.9 Esaïe 49.23-49.26 Esaïe 66.18-66.20 Psaumes 72.8-72.11
4 ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων.Matthieu 7.25-7.27 Esaïe 32.2 Sophonie 3.12 Ezéchiel 13.11-13.13 Esaïe 49.25
5 εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας.Esaïe 18.4 Ezéchiel 38.9-39.10 Esaïe 30.30-30.33 Esaïe 10.32-10.34 Esaïe 14.19
6 καὶ ποιήσει κύριος σαβαωθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην πίονται οἶνον χρίσονται μύρον.Psaumes 63.5 Matthieu 8.11 Jérémie 31.12-31.13 Esaïe 2.2-2.3 Zacharie 9.16-9.17
7 ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.Ephésiens 4.18 Ephésiens 5.8 2 Corinthiens 3.13-3.18 Esaïe 60.1-60.3 Hébreux 9.8
8 κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν.Apocalypse 21.4 1 Corinthiens 15.54 Osée 13.14 Apocalypse 7.17 Esaïe 35.10
9 καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν.Psaumes 20.5 Psaumes 27.14 Genèse 49.18 Esaïe 8.17 Esaïe 35.2
10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.Sophonie 2.9 Esaïe 25.6 Jérémie 48.2 Nombres 24.17 Esaïe 14.19
11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ’ ἃ τὰς χεῖρας ἐπέβαλεν.Esaïe 14.26 Esaïe 5.25 Esaïe 16.14 Esaïe 2.11 Esaïe 16.6
12 καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.Esaïe 26.5 Apocalypse 18.21 Esaïe 13.19-13.22 Jérémie 51.58 Hébreux 11.30

Cette Bible est dans le domaine public.