Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 61.4     

Esaïe 61.4
Septante


1 πνεῦμα κυρίου ἐπ’ ἐμέ οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.Luc 4.18-4.19 Luc 7.22 Esaïe 42.7 Matthieu 11.5 Psaumes 147.3
2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως παρακαλέσαι πάντας τοὺς πενθοῦντας.Matthieu 5.4 Esaïe 34.8 Esaïe 57.18 Luc 4.19 Jérémie 31.13
3 δοθῆναι τοῖς πενθοῦσιν Σιων δόξαν ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν.Jérémie 17.7-17.8 Esaïe 61.10 Psaumes 45.7 Jean 16.20 Psaumes 30.11
4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιοῦσιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς.Esaïe 58.12 Esaïe 49.6-49.8 Ezéchiel 36.23-36.26 Ezéchiel 36.33-36.36 Amos 9.14-9.15
5 καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί.Esaïe 14.1-14.2 Esaïe 60.10-60.14 Ephésiens 2.12-2.20
6 ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε λειτουργοὶ θεοῦ ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.Exode 19.6 1 Pierre 2.9 1 Pierre 2.5 Esaïe 60.5-60.7 Esaïe 66.21
7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.Esaïe 40.2 Zacharie 9.12 Psaumes 16.11 Esaïe 35.10 2 Thessaloniciens 2.16
8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.Esaïe 55.3 Psaumes 11.7 Jérémie 32.40 Genèse 17.7 2 Thessaloniciens 3.5
9 καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ.Esaïe 44.3 Psaumes 115.14 Zacharie 8.13 Romains 11.16-11.24 Genèse 22.18
10 καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ κύριον ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμῳ.Apocalypse 19.7-19.8 Esaïe 49.18 Apocalypse 21.2 Psaumes 132.9 Psaumes 132.16
11 καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.Psaumes 85.11 Esaïe 60.18 Psaumes 72.3 Esaïe 62.7 Marc 4.26-4.32

Cette Bible est dans le domaine public.