Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Samuel 28.14     

1 Samuel 28.14
Septante


1 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.1 Samuel 29.1-29.3 1 Samuel 17.1 1 Samuel 13.5 1 Samuel 27.12 Juges 3.1-3.4
2 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου καὶ εἶπεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.1 Samuel 27.10 2 Samuel 16.16-16.19 Romains 12.9
3 καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.1 Samuel 25.1 Lévitique 20.27 Lévitique 19.31 Exode 22.18 Deutéronome 18.10-18.11
4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε.Josué 19.18 1 Samuel 31.1 2 Rois 4.8 2 Samuel 1.6 2 Samuel 21.12
5 καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.Psaumes 48.5-48.6 Job 18.11 Psaumes 73.19 Esaïe 21.3-21.4 Daniel 5.6
6 καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.1 Samuel 14.37 Nombres 12.6 Nombres 27.21 Lamentations 2.9 Exode 28.30
7 καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ.Josué 17.11 Actes 16.16 Psaumes 83.10 1 Chroniques 10.13 Lamentations 3.25-3.26
8 καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.Esaïe 8.19 1 Chroniques 10.13 2 Chroniques 35.22 1 Rois 22.30 Deutéronome 18.10-18.11
9 καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν.1 Samuel 28.3 2 Samuel 18.13 2 Rois 5.7
10 καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων ζῇ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.1 Samuel 19.6 Genèse 3.5 Exode 20.7 1 Samuel 14.39 Matthieu 26.72
11 καὶ εἶπεν ἡ γυνή τίνα ἀναγάγω σοι καὶ εἶπεν τὸν Σαμουηλ ἀνάγαγέ μοι. 12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἶ Σαουλ.1 Rois 14.5 1 Samuel 28.3
13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς μὴ φοβοῦ εἰπὸν τίνα ἑόρακας καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.Exode 4.16 Exode 22.28 Jean 10.34-10.35 Psaumes 82.6-82.7
14 καὶ εἶπεν αὐτῇ τί ἔγνως καὶ εἶπεν αὐτῷ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.1 Samuel 15.27 2 Rois 2.8 2 Rois 2.13-2.14 1 Samuel 24.8
15 καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.1 Samuel 28.6 1 Samuel 18.12 Luc 16.23-16.26 1 Samuel 16.13-16.14 Proverbes 5.11-5.13
16 καὶ εἶπεν Σαμουηλ ἵνα τί ἐπερωτᾷς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου.Apocalypse 18.20 Juges 5.31 Lamentations 2.5 Psaumes 68.1-68.3 2 Rois 6.27
17 καὶ πεποίηκεν κύριός σοι καθὼς ἐλάλησεν ἐν χειρί μου καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ.1 Samuel 15.27-15.29 1 Samuel 16.13 Proverbes 16.4 1 Samuel 24.20 1 Samuel 13.13-13.14
18 διότι οὐκ ἤκουσας φωνῆς κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ.1 Rois 20.42 1 Samuel 15.9 1 Samuel 15.20 1 Chroniques 10.13 Jérémie 48.10
19 καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοφύλων.Jérémie 28.16-28.17 1 Rois 22.20 Actes 5.9-5.10 Exode 9.18 Actes 5.5
20 καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουηλ καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.1 Samuel 25.37 Job 26.2 Psaumes 50.21-50.22 Job 15.20-15.24 1 Samuel 28.5
21 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σφόδρα καὶ εἶπεν πρὸς αὐτόν ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι.Juges 12.3 Job 13.14 1 Samuel 19.5
22 καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου καὶ φάγε καὶ ἔσται ἐν σοὶ ἰσχύς ὅτι πορεύσῃ ἐν ὁδῷ. 23 καὶ οὐκ ἐβουλήθη φαγεῖν καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον.1 Rois 21.4 Luc 14.23 Actes 16.15 2 Rois 5.13 Luc 24.29
24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ καὶ ἔσπευσεν καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασεν καὶ ἔπεψεν ἄζυμα.Luc 15.23 Genèse 18.7-18.8
25 καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ καὶ ἔφαγον καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Cette Bible est dans le domaine public.