Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 10.11
SBL Greek New Testament


1 Καὶ εἶδον ⸀ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ ⸂τὴν κεφαλὴν⸃ αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,Apocalypse 1.15-1.16 Matthieu 17.2 Apocalypse 4.3 Ezéchiel 1.28 Apocalypse 5.2
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ⸀βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,Apocalypse 10.5 Ezéchiel 2.9-2.10 Esaïe 59.19 Apocalypse 6.3 Apocalypse 10.8-10.10
3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.Esaïe 31.4 Joël 3.16 Amos 1.2 Jérémie 25.30 Proverbes 19.12
4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.Daniel 12.9 Daniel 12.4 Daniel 8.26 Apocalypse 1.11 Apocalypse 22.10
5 καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,Daniel 12.7 Deutéronome 32.40 Genèse 14.22 Apocalypse 4.11 Apocalypse 4.9
6 καὶ ⸀ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·Apocalypse 4.11 Apocalypse 4.9 Apocalypse 16.17
7 ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ⸂ἑαυτοῦ δούλους⸃ τοὺς προφήτας.Ephésiens 3.3-3.9 Romains 16.25 Actes 3.21 Amos 3.7 Romains 11.25
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸀λαλοῦσαν μετ’ ἐμοῦ καὶ ⸀λέγουσαν· Ὕπαγε λάβε τὸ ⸀βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.Apocalypse 10.4-10.5 Apocalypse 10.2 Esaïe 30.21
9 καὶ ⸀ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ ⸀βιβλαρίδιον. καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.Ezéchiel 3.1-3.3 Ezéchiel 2.8 Jérémie 15.16 Ezéchiel 3.14 Job 23.12
10 καὶ ἔλαβον τὸ ⸀βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.Ezéchiel 3.3 Proverbes 16.24 Ezéchiel 2.10 Psaumes 104.34 Psaumes 119.103
11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς ⸀καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.Ezéchiel 37.4 Apocalypse 11.9 Apocalypse 14.6 Ezéchiel 37.9 Apocalypse 17.15

© 2010 by the Society of Biblical Literature and Logos Bible Software