Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Cantique 3.6     

Cantique 3.6
Septante


1 ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου.Cantique 5.6 Cantique 1.7 Esaïe 26.9 Psaumes 63.6-63.8 Psaumes 130.1-130.2
2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν.Psaumes 42.7-42.9 Romains 13.11 Matthieu 26.40-26.41 Cantique 5.5 Psaumes 22.1-22.2
3 εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε.Cantique 5.7 Esaïe 21.11-21.12 Esaïe 21.6-21.8 Jean 20.15 Ezéchiel 3.17
4 ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμίειον τῆς συλλαβούσης με.Cantique 8.2 Proverbes 8.17 Proverbes 4.13 Esaïe 54.1-54.3 Osée 12.3-12.4
5 ὥρκισα ὑμᾶς θυγατέρες Ιερουσαλημ ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήσῃ.Cantique 2.7 Cantique 8.4 Michée 4.8
6 τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ.Cantique 8.5 Cantique 1.13 Cantique 4.6 Colossiens 3.1-3.2 Cantique 5.5
7 ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμων ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ισραηλ.Hébreux 1.14 1 Rois 9.22 2 Rois 6.17 1 Rois 14.27 1 Samuel 14.52
8 πάντες κατέχοντες ῥομφαίαν δεδιδαγμένοι πόλεμον ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν.Psaumes 45.3 Psaumes 91.5 Esaïe 27.3 Psaumes 149.5-149.9 1 Thessaloniciens 5.6-5.8
9 φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμων ἀπὸ ξύλων τοῦ Λιβάνου.Cantique 3.7 2 Samuel 23.5 Apocalypse 14.6
10 στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον ἐπίβασις αὐτοῦ πορφυρᾶ ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ιερουσαλημ.Apocalypse 1.5 Cantique 1.5 Romains 5.8 Ephésiens 3.18-3.19 Apocalypse 3.12
11 ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμων ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.Esaïe 62.5 Osée 2.19-2.20 Jérémie 2.2 Esaïe 4.4 Cantique 7.11

Cette Bible est dans le domaine public.