Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12
SBL Greek New Testament


1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, Apocalypse 11.19 Apocalypse 12.3 Esaïe 54.5-54.7 Luc 21.11 Esaïe 60.1-60.4
2 καὶ ἐν γαστρὶ ἔχουσα· ⸂καὶ κράζει⸃ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. Apocalypse 12.4 Galates 4.19 Esaïe 53.11 Esaïe 66.7-66.9 Jean 16.21
3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων ⸂μέγας πυρρός⸃, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, Apocalypse 17.12 Apocalypse 12.9 Apocalypse 20.2 Apocalypse 12.1 Daniel 7.20
4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. Jean 8.44 Apocalypse 8.7 Apocalypse 12.9 Daniel 8.9-8.12 Apocalypse 17.18
5 καὶ ἔτεκεν υἱόν, ⸀ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. Apocalypse 2.26-2.27 Apocalypse 19.15 Apocalypse 12.2 Psaumes 2.9-2.10 Michée 5.3
6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ⸀ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ ⸀τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. Apocalypse 11.2-11.3 Apocalypse 13.5 1 Rois 17.3-17.6 Apocalypse 12.14 Apocalypse 12.4
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ ⸀τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, Jude 1.9 Daniel 12.1 Daniel 10.21 2 Pierre 2.4 Daniel 10.13
8 καὶ οὐκ ⸀ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη ⸀αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. Actes 1.25 Romains 8.31-8.39 Job 7.10 Jérémie 1.19 Job 27.21-27.23
9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ⸀ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην — ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν. Jean 12.31 Luc 10.18 2 Corinthiens 4.4 Jean 8.44 Apocalypse 20.10
10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ ⸀κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν ⸀αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. Apocalypse 11.15 Luc 22.31 Daniel 2.44 1 Chroniques 29.11 Job 2.5
11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· Luc 14.26 2 Corinthiens 10.3-10.5 Jean 16.33 Hébreux 2.14-2.15 Romains 16.20
12 διὰ τοῦτο εὐφραίνεσθε, ⸀οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ ⸂τὴν γῆν καὶ τὴν θάλασσαν⸃, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. Apocalypse 10.6 Apocalypse 18.20 Apocalypse 8.13 Esaïe 49.13 Esaïe 55.12-55.13
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα. Psaumes 37.12-37.14 Genèse 3.15 Jean 16.33 Apocalypse 12.3-12.5
14 καὶ ἐδόθησαν τῇ γυναικὶ ⸀αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ⸂ὅπου τρέφεται⸃ ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. Exode 19.4 Apocalypse 12.6 Daniel 12.7 Daniel 7.25 Esaïe 40.31
15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. Esaïe 59.19 Apocalypse 17.15 Esaïe 28.2 Psaumes 18.4 Psaumes 93.3-93.4
16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ· 1 Rois 17.6 2 Rois 8.9 Exode 12.35-12.36
17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· Apocalypse 14.12 Genèse 3.15 Apocalypse 11.7 Apocalypse 1.2 Apocalypse 6.9
18 καὶ ⸀ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.

© 2010 by the Society of Biblical Literature and Logos Bible Software