Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Michée 5     

Michée 5
Septante


1 καὶ σύ Βηθλεεμ οἶκος τοῦ Εφραθα ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Lamentations 3.30 Job 16.10 Esaïe 33.22 2 Rois 25.1-25.3 Ezéchiel 24.2
2 διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ. Matthieu 2.6 Jean 7.42 Esaïe 11.1 Zacharie 9.9 Esaïe 9.6-9.7
3 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ θεοῦ αὐτῶν ὑπάρξουσιν διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρων τῆς γῆς. Osée 11.8 Esaïe 10.20-10.21 Michée 4.7 Michée 4.9-4.10 Michée 7.13
4 καὶ ἔσται αὕτη εἰρήνη ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν καὶ ἐπεγερθήσονται ἐπ’ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων. Michée 7.14 Luc 1.32 Zacharie 9.10 Psaumes 72.8 Esaïe 52.10
5 καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάφρῳ αὐτῆς καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν. Zacharie 9.10 Luc 2.14 Ephésiens 2.14-2.17 Zacharie 9.13 Psaumes 72.7
6 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. Esaïe 14.25 Genèse 10.8-10.11 2 Rois 17.3-17.5 Nahum 2.11-3.3 2 Rois 18.9-18.15
7 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. Deutéronome 32.2 Michée 5.3 Psaumes 72.6 Osée 14.5 Esaïe 44.3
8 ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται. Michée 4.13 Psaumes 50.22 Zacharie 10.5 Esaïe 41.15-41.16 Osée 5.14
9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου. Esaïe 26.11 Psaumes 21.8 Esaïe 33.10 Esaïe 1.25 Psaumes 10.12
10 καὶ ἐξολεθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου. Zacharie 9.10 Osée 14.3 Esaïe 2.7 Jérémie 3.23 Psaumes 33.16-33.17
11 καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί. Esaïe 2.12-2.17 Osée 10.14 Esaïe 6.11 Zacharie 4.6 Amos 5.9
12 καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου. Deutéronome 18.10-18.12 Apocalypse 22.15 Esaïe 8.19-8.20 Zacharie 13.2-13.4 Esaïe 27.9
13 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου. Ezéchiel 6.9 Osée 2.16-2.17 Esaïe 17.7-17.8 Ezéchiel 36.25 Ezéchiel 37.23
14 καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν ἀνθ’ ὧν οὐκ εἰσήκουσαν. Exode 34.13

Cette Bible est dans le domaine public.