Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 18     

1 Chroniques 18
Septante


1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων. 2 Samuel 8.1-8.18 1 Samuel 27.4 2 Samuel 1.20 1 Samuel 5.8
2 καὶ ἐπάταξεν τὴν Μωαβ καὶ ἦσαν Μωαβ παῖδες τῷ Δαυιδ φέροντες δῶρα. Esaïe 16.1 2 Rois 3.4-3.5 1 Rois 10.2 Psaumes 72.8-72.10 Esaïe 11.14
3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην. Psaumes 60.1 2 Samuel 8.3 Genèse 15.18 2 Samuel 10.6 1 Samuel 14.47
4 καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 2 Samuel 8.4 1 Rois 4.2 Psaumes 33.16-33.17 Josué 11.6 Josué 11.9
5 καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν. 1 Chroniques 19.6 1 Samuel 14.47 2 Samuel 8.5-8.6 1 Rois 11.23-11.24 1 Chroniques 18.3
6 καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο. Proverbes 21.31 1 Chroniques 18.2 1 Chroniques 17.8 Psaumes 121.8 Psaumes 18.43-18.44
7 καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ. 1 Rois 14.26-14.28 2 Chroniques 12.9-12.10 2 Chroniques 9.15-9.16 1 Rois 10.16-10.17
8 καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ. 2 Samuel 8.8 2 Chroniques 4.12-4.18 1 Chroniques 22.14 1 Rois 7.15-7.47 2 Chroniques 4.2-4.6
9 καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα. 2 Samuel 8.9
10 καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ. 2 Samuel 8.10 2 Chroniques 9.1 Esaïe 39.1 2 Chroniques 9.23-9.24
11 καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ. 1 Chroniques 26.26-26.27 Exode 35.5 1 Samuel 30.20 1 Chroniques 20.1-20.2 Josué 6.19
12 καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν ὀκτὼ καὶ δέκα χιλιάδας. 1 Samuel 26.6 2 Samuel 8.13-8.14 2 Samuel 7.13 1 Samuel 26.8 2 Samuel 23.18
13 καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο. 1 Chroniques 18.6 1 Samuel 13.3 Genèse 25.23 2 Samuel 7.14-7.17 Genèse 27.37
14 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ. Jérémie 22.15 Jérémie 23.5-23.6 Psaumes 78.71-78.72 2 Samuel 8.15 Jérémie 33.15
15 καὶ Ιωαβ υἱὸς Σαρουια ἐπὶ τῆς στρατιᾶς καὶ Ιωσαφατ υἱὸς Αχιλουδ ὑπομνηματογράφος. 1 Chroniques 11.6 2 Samuel 8.16 1 Rois 4.3
16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς. 2 Samuel 8.17 2 Samuel 20.25 1 Rois 4.3 1 Rois 2.35 1 Chroniques 24.6
17 καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ τοῦ φελεθθι καὶ υἱοὶ Δαυιδ οἱ πρῶτοι διάδοχοι τοῦ βασιλέως. 2 Samuel 8.18 2 Samuel 15.18 1 Rois 1.38 1 Rois 2.34-2.35 2 Samuel 20.23

Cette Bible est dans le domaine public.