Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Chroniques 12     

2 Chroniques 12
Septante


Invasion de Juda

1 καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ.
2 Chroniques 11.17 2 Chroniques 12.13 2 Chroniques 26.13-26.16 1 Rois 14.22-14.24 Michée 6.16
2 καὶ ἐγένετο ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου.
1 Rois 11.40 Néhémie 9.26-9.27 Jérémie 44.22-44.23 Lamentations 5.15 Psaumes 106.43-106.44
3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ’ αὐτοῦ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες.
2 Chroniques 16.8 Nahum 3.9 Daniel 11.43 Apocalypse 9.16 1 Samuel 13.5
4 καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ.
2 Chroniques 11.5-11.12 Esaïe 36.1 Esaïe 10.11 2 Rois 18.17 Jérémie 5.10
5 καὶ Σαμαιας ὁ προφήτης ἦλθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος ὑμεῖς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακιμ.
2 Chroniques 15.2 2 Chroniques 11.2 1 Rois 12.22 2 Samuel 24.14 Jérémie 2.19
6 καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν δίκαιος ὁ κύριος.
Exode 9.27 Daniel 9.14 Jérémie 13.15 Luc 18.14 Exode 10.3
7 καὶ ἐν τῷ ἰδεῖν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερῶ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ιερουσαλημ.
2 Chroniques 34.25 Psaumes 79.6 Apocalypse 14.10 Luc 15.18-15.21 2 Rois 13.4-13.7
8 ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
Esaïe 26.13 Deutéronome 28.47-28.48 Osée 8.10 Néhémie 9.36 Juges 3.1
9 καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησεν Σαλωμων.
2 Chroniques 9.15-9.16 1 Rois 10.16-10.17 Lamentations 1.10 1 Rois 14.25-14.28 1 Rois 15.18
10 καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκοῦς ἀντ’ αὐτῶν καὶ κατέστησεν ἐπ’ αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.
Lamentations 4.1 Cantique 3.7-3.8 1 Rois 14.27 2 Samuel 8.18 1 Chroniques 11.25
11 καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
12 καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ’ αὐτοῦ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαθοί.
2 Chroniques 19.3 2 Chroniques 12.6-12.7 1 Rois 14.13 Esaïe 57.15 1 Pierre 5.6
13 καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τῇ πόλει ᾗ ἐξελέξατο κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ισραηλ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμα ἡ Αμμανῖτις.
1 Rois 14.21 Deutéronome 12.5 2 Chroniques 6.6 Exode 20.24 Néhémie 13.26
14 καὶ ἐποίησεν τὸ πονηρόν ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.
2 Chroniques 19.3 Matthieu 7.7 Esaïe 45.19 1 Corinthiens 16.13 Ezéchiel 33.31
15 καὶ λόγοι Ροβοαμ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαια τοῦ προφήτου καὶ Αδδω τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας.
2 Chroniques 9.29 2 Chroniques 12.5 1 Rois 12.22 2 Chroniques 13.22 1 Rois 14.29-14.30
16 καὶ ἀπέθανεν Ροβοαμ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβια υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Matthieu 1.7 2 Chroniques 13.1 1 Chroniques 3.10 2 Chroniques 11.20 1 Rois 14.29-14.31

Cette Bible est dans le domaine public.