Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Zacharie 4     

Zacharie 4
Septante


1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ. Jérémie 31.26 Daniel 8.18 Zacharie 1.9 1 Rois 19.5-19.7 Zacharie 1.19
2 καὶ εἶπεν πρός με τί σύ βλέπεις καὶ εἶπα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Apocalypse 4.5 Apocalypse 1.12 Zacharie 5.2 Jérémie 52.19 1 Chroniques 28.15
3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων. Apocalypse 11.4 Zacharie 4.14 Romains 11.24 Zacharie 4.11-4.12 Romains 11.17
4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταῦτα κύριε. Zacharie 1.9 Zacharie 6.4 Apocalypse 7.13-7.14 Matthieu 13.36 Zacharie 1.19
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με οὐ γινώσκεις τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε. Zacharie 4.13 Marc 4.13 Genèse 41.16 Psaumes 139.6 1 Corinthiens 2.12-2.15
6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι ἀλλ’ ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ. 2 Chroniques 32.7-32.8 Esaïe 11.2-11.4 Osée 1.7 Psaumes 33.16 2 Corinthiens 10.4-10.5
7 τίς εἶ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορθῶσαι καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. Jérémie 51.25 Psaumes 114.6 Psaumes 114.4 Michée 4.1 Zacharie 14.4-14.5
8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων. 9 αἱ χεῖρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. Esdras 6.14-6.15 Esdras 5.16 Zacharie 6.12-6.13 Zacharie 2.8-2.9 Esaïe 48.16
10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαροῦνται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Zacharie 3.9 2 Chroniques 16.9 Apocalypse 5.6 1 Corinthiens 1.28-1.29 Aggée 2.3
11 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων. Zacharie 4.3 Apocalypse 11.4
12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς. Apocalypse 11.4 Matthieu 20.23 Aggée 1.1
13 καὶ εἶπεν πρός με οὐκ οἶδας τί ἐστιν ταῦτα καὶ εἶπα οὐχί κύριε. Zacharie 4.5 Hébreux 5.11-5.12
14 καὶ εἶπεν οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς. Apocalypse 11.4 Daniel 9.24-9.26 Michée 4.13 Zacharie 3.1-3.7 Exode 40.15

Cette Bible est dans le domaine public.