Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Zacharie 6.10     

Zacharie 6.10
Septante


Vision de quatre chars

1 καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
Daniel 8.22 Daniel 2.38-2.40 Ephésiens 1.11 Zacharie 1.18-1.19 Daniel 7.3-7.7
2 ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες.
Zacharie 1.8 Apocalypse 6.2-6.6 Apocalypse 12.3 Zacharie 6.6 Apocalypse 17.3
3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
Apocalypse 6.2 Apocalypse 6.8 Zacharie 1.8 Apocalypse 20.11 Apocalypse 19.11
4 καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί τί ἐστιν ταῦτα κύριε.
Zacharie 1.9 Zacharie 1.19-1.21 Zacharie 5.10 Zacharie 5.5-5.6
5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς.
Hébreux 1.7 Zacharie 4.14 Zacharie 4.10 Zacharie 1.10-1.11 Psaumes 68.17
6 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου.
Jérémie 4.6 Jérémie 46.10 Jérémie 1.14-1.15 Ezéchiel 1.4 Jérémie 25.9
7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν καὶ εἶπεν πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν καὶ περιώδευσαν τὴν γῆν.
Zacharie 1.10 Genèse 13.17 2 Chroniques 16.9 Daniel 7.19 Daniel 7.24
8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
Ezéchiel 5.13 Zacharie 1.15 Esaïe 48.14 Jérémie 51.48-51.49 Esaïe 18.3-18.4
9 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων.
Zacharie 1.1 Zacharie 7.1 Zacharie 8.1
10 λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοφονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος.
Esdras 7.14-7.16 Esdras 8.26-8.30 Actes 24.17 Esaïe 66.20 Romains 15.25-15.26
11 καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου.
Zacharie 3.1 Psaumes 21.3 Cantique 3.11 Zacharie 3.5 Aggée 1.1
12 καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἀνήρ Ἀνατολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου.
Zacharie 3.8 Zacharie 4.6-4.9 Esaïe 4.2 Matthieu 16.18 Esaïe 53.2
13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων.
Psaumes 110.4 Hébreux 3.1 Esaïe 22.24 Esaïe 11.10 Psaumes 21.5
14 ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου.
Matthieu 26.13 Marc 14.9 Exode 12.14 Zacharie 6.10 1 Samuel 2.30
15 καὶ οἱ μακρὰν ἀπ’ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν.
Esaïe 60.10 Zacharie 3.7 Esaïe 57.19 Esaïe 58.10-58.14 Esaïe 56.6-56.8

Cette Bible est dans le domaine public.