Supériorité de Christ le Fils
Christ supérieur aux anges
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2 Pierre 1.20-1.21 Joël 2.28 1 Pierre 1.10-1.12 Luc 24.27 Nombres 12.6-12.8
2 ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ⸂ἐποίησεν τοὺς αἰῶνας⸃·
1 Corinthiens 8.6 Jean 1.3 Matthieu 28.18 Jean 1.14 Jean 3.16
3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂δι’ αὑτοῦ⸃ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
2 Corinthiens 4.4 Colossiens 1.15-1.17 Jean 14.9-14.10 Jean 1.14 Hébreux 7.27
4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Ephésiens 1.21 Philippiens 2.9-2.11 2 Thessaloniciens 1.7 Hébreux 2.9 1 Pierre 3.22
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
Psaumes 2.7 Actes 13.33 Hébreux 5.5 1 Chroniques 22.10 2 Samuel 7.14
6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
Deutéronome 32.43 Psaumes 97.7 Romains 8.29 Colossiens 1.18 Jean 1.18
7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
Psaumes 104.4 Hébreux 1.14 Zacharie 6.5 Daniel 7.10 Esaïe 6.2
8 πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος⸃ ῥάβδος τῆς βασιλείας ⸀σου.
Psaumes 45.6-45.7 Jérémie 23.5-23.6 Esaïe 9.6-9.7 Tite 2.13-2.14 Malachie 3.1
9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·Esaïe 61.3 Psaumes 45.7 Esaïe 61.1 Amos 5.15 Luc 4.18
10 καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
Psaumes 102.25-102.27 Genèse 1.1 Jean 1.1-1.3 Esaïe 51.13 Psaumes 8.3-8.4
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
Esaïe 51.6 Esaïe 34.4 Apocalypse 2.8 Psaumes 29.10 Apocalypse 21.1
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Psaumes 102.26-102.27 Hébreux 13.8 Exode 3.14 Jacques 1.17 Psaumes 90.4
13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Psaumes 110.1 Matthieu 22.44 Hébreux 1.3 1 Corinthiens 15.25-15.26 Apocalypse 20.15
14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Psaumes 34.7 Psaumes 103.20-103.21 Luc 16.22 Daniel 3.28 Daniel 6.22