Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Amos 1     

Amos 1
Septante


1 λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Amos 7.14 Zacharie 14.5 2 Samuel 14.2 2 Chroniques 11.6 1 Rois 19.19
2 καὶ εἶπεν κύριος ἐκ Σιων ἐφθέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν φωνὴν αὐτοῦ καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου. Joël 3.16 Jérémie 12.4 Esaïe 42.13 Jérémie 25.30 Amos 9.3
3 καὶ εἶπεν κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ’ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ. Esaïe 8.4 Amos 1.9 Amos 2.6 Amos 1.13 Amos 2.1
4 καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Αζαηλ καὶ καταφάγεται θεμέλια υἱοῦ Αδερ. Jérémie 49.27 2 Rois 13.3 2 Rois 13.25 2 Rois 6.24 2 Rois 8.7-8.15
5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος λέγει κύριος. 2 Rois 16.9 Amos 9.7 Jérémie 51.30 Lamentations 2.9 Esaïe 43.14
6 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν. 2 Chroniques 28.18 Abdias 1.11 Amos 1.11 1 Samuel 6.17 Amos 1.9
7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης καὶ καταφάγεται θεμέλια αὐτῆς. 2 Rois 18.8 Jérémie 47.1 Sophonie 2.4 Romains 12.19 Amos 1.4
8 καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκαλῶνος καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ακκαρων καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων λέγει κύριος. Ezéchiel 25.16 Esaïe 14.29-14.31 Sophonie 2.4-2.7 Jérémie 47.4-47.5 Zacharie 9.6
9 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν ἀνθ’ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν. 1 Rois 9.11-9.14 Esaïe 23.1-23.18 Zacharie 9.2-9.4 Joël 3.4-3.8 Ezéchiel 26.1-26.21
10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου καὶ καταφάγεται θεμέλια αὐτῆς. Zacharie 9.4 Amos 1.4 Ezéchiel 26.12 Amos 1.7
11 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νεῖκος. Nombres 20.14-20.21 Jérémie 49.7-49.22 Ezéchiel 25.12-25.14 2 Chroniques 28.17 Ezéchiel 35.1-35.15
12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμαν καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς. Jérémie 49.20 Abdias 1.9-1.10 Jérémie 49.7 Jérémie 49.22 Jérémie 49.13
13 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Αμμων καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ’ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν. Osée 13.16 Ezéchiel 25.2-25.7 Jérémie 49.1-49.6 Esaïe 5.8 Ezéchiel 35.10
14 καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ραββα καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς. Jérémie 49.2 Deutéronome 3.11 Amos 2.2 2 Samuel 12.26 Esaïe 30.30
15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό λέγει κύριος. Jérémie 49.3

Cette Bible est dans le domaine public.