1 Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμεν ὅτι ⸀Μελίτη ἡ νῆσος καλεῖται.
Actes 27.26 Actes 16.10 Actes 27.39 Actes 27.44
2 οἵ ⸀τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
Romains 1.14 1 Corinthiens 14.11 Colossiens 3.11 Actes 28.4 Actes 27.3
3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸ τῆς θέρμης ⸀ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.Job 20.16 Esaïe 41.24 Matthieu 23.33 Actes 28.4 Matthieu 3.7
4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον⸃· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
Luc 13.2 Luc 13.4 Matthieu 23.35 Genèse 3.1 Esaïe 43.20
5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Marc 16.18 Luc 10.19 Nombres 21.6-21.9 Apocalypse 9.3-9.4 Psaumes 91.13
6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι ἔλεγον ⸂αὐτὸν εἶναι θεόν⸃.
Actes 12.22 Matthieu 21.9 Matthieu 27.22 Actes 14.11-14.13
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας⸃ φιλοφρόνως ἐξένισεν.
Actes 13.7 Actes 28.2 Luc 19.6-19.9 Actes 23.24 Matthieu 10.40-10.41
8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Actes 9.40 Marc 6.5 Matthieu 9.18 Actes 19.11-19.12 1 Corinthiens 12.28
9 τούτου ⸀δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας⸃ προσήρχοντο καὶ ἐθεραπεύοντο,
Matthieu 4.24 Actes 5.15 Marc 6.54-6.56 Actes 5.12
10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας⸃.
Matthieu 10.8-10.10 1 Thessaloniciens 2.6 2 Corinthiens 9.5-9.11 Philippiens 4.11-4.12 2 Corinthiens 8.2-8.6
11 Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
Actes 27.6 Jonas 1.16 1 Corinthiens 8.4 Actes 6.9 Jonas 1.5
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
13 ὅθεν ⸀περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
Actes 27.13
14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
Matthieu 10.11 Actes 9.42-9.43 Actes 21.7-21.8 Actes 20.6 Jean 21.23
15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
Galates 4.14 Hébreux 13.3 Josué 1.6-1.7 Psaumes 27.14 1 Corinthiens 12.21-12.22
16 Ὅτε δὲ ⸀εἰσήλθομεν εἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ⸃ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Actes 27.3 Actes 24.23 Actes 23.11 Genèse 37.36 Actes 2.10
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
Actes 25.8 Actes 24.10-24.16 Actes 6.14 Actes 22.5 Actes 21.33-21.40
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
Actes 26.31-26.32 Actes 22.24-22.25 Actes 24.10 Actes 24.22 Actes 25.7-25.8
19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν.
Actes 26.32 Actes 25.25 Actes 25.21 Actes 25.10-25.12 Romains 12.19-12.21
20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Actes 21.33 Ephésiens 6.20 Actes 26.6-26.7 Actes 26.29 Actes 23.6
21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
Actes 22.5 Esaïe 50.8 Esaïe 41.11 Esaïe 54.17 Exode 11.7
22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν⸃ ὅτι πανταχοῦ ἀντιλέγεται.
Actes 24.14 1 Pierre 3.16 1 Pierre 2.12 Actes 16.20-16.21 Actes 17.6-17.7
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
Actes 19.8 Actes 8.35 Actes 17.2-17.3 Luc 24.26-24.27 Actes 26.22-26.23
24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν,
Actes 14.4 Actes 17.4-17.5 Actes 19.8-19.9 Actes 18.6-18.8 Romains 3.3
25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν
Matthieu 15.7 Marc 7.6 2 Pierre 1.21
26 ⸀λέγων· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Esaïe 6.9-6.10 Esaïe 42.19-42.20 Ezéchiel 12.2 Matthieu 13.14-13.15 Deutéronome 29.4
27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Esaïe 6.10
28 γνωστὸν οὖν ⸂ἔστω ὑμῖν⸃ ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται.
Actes 26.17-26.18 Romains 4.11 Romains 3.29-3.30 Luc 3.6 Actes 11.18
30 ⸀Ἐνέμεινεν ⸀δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Actes 28.23 Actes 4.29 Matthieu 4.23 Ephésiens 6.19-6.20 Actes 20.25