Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 19     

1 Chroniques 19
Septante


1 καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. 2 Samuel 10.1-10.19 1 Samuel 11.1-11.2 1 Samuel 12.12
2 καὶ εἶπεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν. 2 Rois 4.13 1 Samuel 30.26 Deutéronome 23.3-23.6 Genèse 19.37-19.38 Néhémie 4.7
3 καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ. 1 Samuel 29.4 Juges 18.2 1 Rois 12.8-12.11 Juges 18.8-18.10 Josué 2.1-2.3
4 καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς. Esaïe 15.2 2 Chroniques 36.16 Jérémie 41.5 Esaïe 47.2-47.3 Lévitique 19.27
5 καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυιδ περὶ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε. Matthieu 18.31 Josué 6.24-6.26 1 Rois 16.34 Juges 16.22
6 καὶ εἶδον οἱ υἱοὶ Αμμων ὅτι ᾐσχύνθη λαὸς Δαυιδ καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππεῖς. Genèse 34.30 2 Samuel 10.6 1 Chroniques 18.9 1 Chroniques 18.5 2 Chroniques 18.9
7 καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι. Josué 13.9 Nombres 21.30 Josué 13.16 Exode 14.9 Psaumes 20.7-20.9
8 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν. 1 Chroniques 11.6 1 Chroniques 11.10-11.47 2 Samuel 23.8-23.39
9 καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ ἑαυτοὺς ἐν τῷ πεδίῳ. Jérémie 50.42 Esaïe 28.6 2 Samuel 10.8 2 Samuel 18.4 1 Rois 20.1
10 καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου. Juges 20.42-20.43 2 Samuel 10.9-10.14 Josué 8.22
11 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων. 1 Chroniques 18.12 1 Chroniques 11.20 1 Chroniques 19.9
12 καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε. Ecclésiaste 4.9-4.12 Galates 6.2 Philippiens 1.27-1.28 Néhémie 4.20
13 ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει. Josué 10.25 Job 1.22 Psaumes 27.14 1 Samuel 4.9 1 Samuel 14.6-14.12
14 καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ’ αὐτοῦ. 2 Chroniques 13.5-13.16 1 Rois 20.28-20.30 1 Rois 20.19-20.21 Jérémie 46.15-46.16 1 Rois 20.13
15 καὶ οἱ υἱοὶ Αμμων εἶδον ὅτι ἔφυγον Σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ ἦλθεν Ιωαβ εἰς Ιερουσαλημ. Romains 8.31 Lévitique 26.7
16 καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν. 2 Samuel 10.16 Zacharie 14.1-14.3 Psaumes 2.1 Esaïe 8.9 Michée 4.11-4.12
17 καὶ ἀπηγγέλη τῷ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ’ αὐτοὺς καὶ παρετάξατο ἐπ’ αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν. Esaïe 22.6-22.7 1 Chroniques 19.9
18 καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν. 2 Samuel 10.18 Psaumes 33.16 Psaumes 18.32 1 Chroniques 19.13-19.14 Psaumes 46.11
19 καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι. 1 Rois 20.1 Josué 9.9-9.11 Genèse 14.4-14.5 Esaïe 10.8 2 Samuel 10.19

Cette Bible est dans le domaine public.