Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Proverbe 9.9     

Proverbes 9.9
Septante


1 ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά.Ephésiens 2.20-2.22 Galates 2.9 1 Corinthiens 3.9-3.15 Matthieu 16.18 Apocalypse 3.12
2 ἔσφαξεν τὰ ἑαυτῆς θύματα ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν.Esaïe 25.6 Matthieu 22.3-22.14 Proverbes 23.30 Genèse 43.16 Proverbes 9.5
3 ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα.Proverbes 9.14 Proverbes 8.1-8.3 Jean 18.20 Matthieu 22.9 Jean 7.37
4 ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν.Proverbes 6.32 Proverbes 9.16 Matthieu 11.25 Proverbes 8.5 Psaumes 19.7
5 ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν.Jean 6.27 Cantique 5.1 Psaumes 22.26 Jérémie 31.12-31.14 Esaïe 55.1-55.3
6 ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.Proverbes 13.20 Proverbes 4.14-4.15 Proverbes 4.11 Proverbes 8.35 Apocalypse 18.4
7 ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.2 Chroniques 36.16 Genèse 19.8-19.9 Proverbes 23.9 1 Rois 18.17 Proverbes 15.12
8 μὴ ἔλεγχε κακούς ἵνα μὴ μισῶσίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε.Psaumes 141.5 Matthieu 7.6 Proverbes 13.18 1 Rois 1.23 Proverbes 29.1
9 δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι.Proverbes 1.5 Matthieu 13.11-13.12 Osée 6.3 1 Jean 5.13 1 Jean 2.20-2.21
10 ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις. τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.Proverbes 1.7 Job 28.28 Psaumes 111.10 Ecclésiaste 12.13 Proverbes 2.5
11 τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.Proverbes 3.16 Proverbes 10.27 Proverbes 3.2 Deutéronome 6.2
12 υἱέ ἐὰν σοφὸς γένῃ σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον ἐὰν δὲ κακὸς ἀποβῇς μόνος ἀναντλήσεις κακά. ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὗτος ποιμανεῖ ἀνέμους ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα. ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται. διαπορεύεται δὲ δι’ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν.Job 22.2-22.3 Esaïe 28.22 Job 35.6-35.7 2 Pierre 3.16 2 Pierre 3.3-3.4
13 γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται ἣ οὐκ ἐπίσταται αἰσχύνην.Proverbes 7.11 Proverbes 5.6 1 Timothée 6.4 Proverbes 21.19 Proverbes 21.9
14 ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις.Proverbes 9.3 Proverbes 7.10-7.12
15 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν.Proverbes 23.27-23.28 Proverbes 7.25-7.27 Proverbes 7.13-7.15
16 ὅς ἐστιν ὑμῶν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα.Proverbes 9.4
17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ.Proverbes 20.17 Proverbes 30.20 Proverbes 23.31-23.32 Ephésiens 5.12 Genèse 3.6
18 ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ. ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν. οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον. ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς. ἵνα πολὺν ζήσῃς χρόνον προστεθῇ δέ σοι ἔτη ζωῆς.Proverbes 7.27 Proverbes 2.18-2.19 2 Pierre 3.5 Proverbes 5.5 Psaumes 82.5

Cette Bible est dans le domaine public.