Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 52.11     

Esaïe 52.11
Septante


Promesse de rétablissement

1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
Apocalypse 21.27 Esaïe 51.17 Apocalypse 21.2 Esaïe 51.9 Esaïe 48.2
2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων.
Jérémie 51.45 Esaïe 3.26 Zacharie 2.6 Luc 21.24 Jérémie 51.50
3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
Psaumes 44.12 Esaïe 45.13 1 Pierre 1.18 Jérémie 15.13 Esaïe 50.1
4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν.
Genèse 46.6 Esaïe 14.25 Esaïe 36.1-36.22 Actes 7.14-7.15 Jean 15.25
5 καὶ νῦν τί ὧδέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.
Romains 2.24 Ezéchiel 20.9 Ezéchiel 36.20-36.23 Sophonie 1.10 Psaumes 74.18
6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι.
Nombres 23.19 Esaïe 42.9 Psaumes 48.10 Ezéchiel 37.13-37.14 Hébreux 8.10-8.11
7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός.
Esaïe 40.9 Romains 10.12-10.15 Nahum 1.15 Luc 2.10 Psaumes 93.1
8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων.
Esaïe 62.6 1 Corinthiens 13.12 Actes 2.46-2.47 Esaïe 26.1 Sophonie 3.9
9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ.
Esaïe 51.3 Psaumes 98.4 Esaïe 48.20 Esaïe 61.4 Psaumes 96.11-96.12
10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.
Esaïe 51.9 Psaumes 98.1-98.3 Luc 3.6 Apocalypse 15.4 Psaumes 22.27
11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου.
2 Corinthiens 6.17 Esaïe 48.20 Zacharie 2.6-2.7 Jérémie 50.8 Apocalypse 18.4
12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ισραηλ.
Esaïe 58.8 Esaïe 45.2 Michée 2.13 Deutéronome 20.4 Exode 12.39

La personne et l’activité du serviteur de l’Éternel

13 ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.
Matthieu 28.18 Esaïe 42.1 Hébreux 1.3 Philippiens 2.7-2.11 Zacharie 3.8
14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.
Esaïe 53.2-53.5 Matthieu 26.67 Psaumes 22.17 Marc 5.42 Marc 10.32
15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
Esaïe 49.7 Esaïe 55.5 Hébreux 12.24 Hébreux 11.28 Ezéchiel 36.25

Cette Bible est dans le domaine public.