Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 52     

Esaïe 52
Septante


1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Apocalypse 21.27 Esaïe 51.17 Esaïe 35.8 Néhémie 11.1 Matthieu 4.5
2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων. Jérémie 51.45 Esaïe 61.1 Esaïe 51.14 Luc 4.18 Esaïe 3.26
3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. Psaumes 44.12 Esaïe 45.13 1 Pierre 1.18 Jérémie 15.13 Esaïe 50.1
4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Genèse 46.6 Esaïe 14.25 Esaïe 36.1-36.22 Actes 7.14-7.15 Jean 15.25
5 καὶ νῦν τί ὧδέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Romains 2.24 Exode 1.13-1.16 Lamentations 5.13-5.15 Ezéchiel 20.14 Esaïe 37.6
6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι. Hébreux 6.14-6.18 Zacharie 10.9-10.12 Ezéchiel 20.44 Nombres 23.19 Esaïe 42.9
7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός. Esaïe 40.9 Romains 10.12-10.15 Nahum 1.15 Luc 2.10 Psaumes 93.1
8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων. Esaïe 62.6 Actes 2.46-2.47 1 Corinthiens 13.12 Jérémie 32.39 Apocalypse 5.8-5.10
9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ. Esaïe 51.3 Psaumes 98.4 Esaïe 44.26 Esaïe 55.12 Esaïe 14.7
10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Esaïe 51.9 Psaumes 98.1-98.3 Luc 3.6 Actes 13.47 Apocalypse 14.6
11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου. 2 Corinthiens 6.17 Esaïe 48.20 Apocalypse 18.4 Zacharie 2.6-2.7 Jérémie 50.8
12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ισραηλ. Esaïe 58.8 Michée 2.13 Esaïe 45.2 Exode 12.11 Deutéronome 20.4
13 ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα. Matthieu 28.18 Esaïe 42.1 Hébreux 1.3 Philippiens 2.7-2.11 Jérémie 23.5
14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Esaïe 53.2-53.5 Matthieu 26.67 Psaumes 22.17 Psaumes 22.15 Luc 2.47
15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. Esaïe 49.7 Esaïe 49.23 Matthieu 28.19 Esaïe 55.5 Hébreux 12.24

Cette Bible est dans le domaine public.