Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 9     

Esaïe 9
Septante


1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει ἴδετε φῶς μέγα οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς λάμψει ἐφ’ ὑμᾶς. 2 Rois 15.29 Matthieu 4.15-4.16 Esaïe 8.22 2 Chroniques 16.4 Lévitique 26.24
2 τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Matthieu 4.16 Ephésiens 5.8 Luc 1.78-1.79 Luc 2.32 Jean 8.12
3 διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ. Esaïe 65.18 Esaïe 26.15 1 Samuel 30.16 Psaumes 119.162 Esaïe 66.10
4 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. Esaïe 14.25 Esaïe 10.26-10.27 Nahum 1.13 Esaïe 10.5 Juges 8.10-8.12
5 ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτῷ. 2 Thessaloniciens 1.8 Actes 2.19 Esaïe 4.4 1 Samuel 14.19 Actes 2.3
6 μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ὁ ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα. Luc 2.11 Matthieu 28.18 Esaïe 7.14 Jérémie 23.5-23.6 Apocalypse 19.16
7 θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ καὶ ἦλθεν ἐπὶ Ισραηλ. Luc 1.32-1.33 Daniel 2.44 Esaïe 37.32 Jérémie 33.15-33.21 2 Samuel 7.16
8 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες. Esaïe 8.4-8.8 Esaïe 7.7-7.8 Matthieu 24.35 Michée 1.1-1.9 Zacharie 5.1-5.4
9 πλίνθοι πεπτώκασιν ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. Esaïe 46.12 Ezéchiel 7.9 1 Rois 22.25 Proverbes 16.18 Esaïe 48.4
10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ’ ὄρος Σιων ἐπ’ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει. Malachie 1.4 1 Rois 7.9-7.12
11 Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Esaïe 17.1-17.5 Esaïe 8.4-8.7 2 Rois 15.29 Esaïe 7.8 Esaïe 10.9-10.11
12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. 2 Chroniques 28.18 Esaïe 5.25 2 Rois 16.6 Psaumes 79.7 Esaïe 10.4
13 καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ. Osée 7.10 Esaïe 31.1 Jérémie 5.3 Esaïe 1.5 Jérémie 50.4-50.5
14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὗτος ἡ οὐρά. Esaïe 19.15 Apocalypse 18.8 Osée 9.11-9.17 Amos 3.12 Apocalypse 18.10
15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Matthieu 24.24 Esaïe 3.2-3.3 Esaïe 29.10 1 Rois 13.18 Ezéchiel 13.22
16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πᾶν στόμα λαλεῖ ἄδικα ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Esaïe 3.12 Matthieu 15.14 Hébreux 7.7 1 Rois 8.55-8.56 Nombres 6.23-6.26
17 καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. Esaïe 10.6 Jérémie 18.21 Matthieu 12.34 Esaïe 27.11 Esaïe 5.25
18 διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Malachie 4.1 Nahum 1.10 Psaumes 83.14 Amos 7.4 Nombres 11.1-11.3
19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Michée 7.2 Michée 7.6 Matthieu 27.45 Esaïe 1.31 Joël 2.2
20 φάγεται γὰρ Μανασση τοῦ Εφραιμ καὶ Εφραιμ τοῦ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Esaïe 49.26 Esaïe 8.21 Lévitique 26.26-26.29 Lamentations 4.10 Jérémie 19.9

Cette Bible est dans le domaine public.