Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Lévitique 17.13     

Lévitique 17.13
Septante


La consommation de viande et de sang

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων.
2 λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο κύριος λέγων.
3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς.
Lévitique 17.15 Deutéronome 12.20-12.22 Deutéronome 12.11-12.15 Lévitique 17.8 Lévitique 17.12-17.13
4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσενέγκαι δῶρον κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα αἷμα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
Genèse 17.14 Romains 5.20 Nombres 15.30-15.31 Philémon 1.18-1.19 Exode 12.19
5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτῶν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά.
2 Rois 16.4 2 Chroniques 28.4 Exode 24.5 Ezéchiel 22.9 1 Rois 14.23
6 καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
Nombres 18.17 Lévitique 3.2 Lévitique 3.11 Exode 29.13 Lévitique 4.31
7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
Exode 34.15 1 Corinthiens 10.20 2 Chroniques 11.15 Deutéronome 32.17 Psaumes 106.37
8 καὶ ἐρεῖς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν.
Lévitique 1.2-1.3 1 Samuel 16.2 1 Rois 18.30-18.38 Malachie 1.11 Juges 6.26
9 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ κυρίῳ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ.
Lévitique 17.4
10 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν φάγῃ πᾶν αἷμα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
Lévitique 3.17 Deutéronome 12.16 Deutéronome 12.23 1 Samuel 14.33 Jérémie 44.11
11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται.
Hébreux 9.22 1 Jean 1.7 Apocalypse 1.5 Matthieu 26.28 Romains 5.9
12 διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραηλ πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα.
Exode 12.49
13 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ.
Deutéronome 12.16 Ezéchiel 24.7 Deutéronome 15.23 Lévitique 7.26 Deutéronome 12.24
14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν καὶ εἶπα τοῖς υἱοῖς Ισραηλ αἷμα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν πᾶς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται.
Genèse 9.4 Deutéronome 12.23 Lévitique 17.11-17.12
15 καὶ πᾶσα ψυχή ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται.
Deutéronome 14.21 Lévitique 22.8 Exode 22.31 Lévitique 15.5 Lévitique 11.25
16 ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτοῦ.
Lévitique 5.1 Lévitique 19.8 Nombres 19.19-19.20 Hébreux 9.28 Lévitique 20.17

Cette Bible est dans le domaine public.