Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Genèse 10.13     

Genèse 10.13
Septante


1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.Genèse 2.4 Genèse 9.1 Matthieu 1.1 Genèse 9.19 Genèse 5.1
2 υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας.Ezéchiel 38.2 Ezéchiel 38.6 Esaïe 66.19 1 Chroniques 1.5-1.7 Apocalypse 20.8
3 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα.Jérémie 51.27 Ezéchiel 27.14
4 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι Ῥόδιοι.Esaïe 23.12 Esaïe 23.1 Nombres 24.24 Daniel 11.30 Ezéchiel 27.12
5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Sophonie 2.11 Genèse 10.20 Jérémie 2.10 Jérémie 25.22 Esaïe 49.1
6 υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν.Esaïe 11.11 1 Chroniques 4.40 Genèse 9.22 Psaumes 105.27 1 Chroniques 1.8-1.16
7 υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν.Ezéchiel 27.22 Ezéchiel 27.15 1 Rois 10.1 Genèse 2.11 Psaumes 72.10
8 Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς.Michée 5.6
9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου.Jérémie 16.16 Genèse 25.27 Psaumes 52.7 Michée 7.2 Genèse 27.30
10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ.Genèse 11.9 Genèse 11.2 Genèse 14.1 Daniel 1.2 Jérémie 50.21
11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ.Michée 5.6 Nahum 1.1 Psaumes 83.8 Jonas 1.2 2 Rois 19.36
12 καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη. 13 καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ.1 Chroniques 1.11-1.12 Jérémie 46.9 Ezéchiel 30.5
14 καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ.Jérémie 47.4 1 Chroniques 1.12 Deutéronome 2.23 Amos 9.7 Jérémie 44.1
15 Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον.Genèse 15.18-15.21 1 Chroniques 1.13 Genèse 23.3 Exode 34.11 Genèse 49.13
16 καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον.Zacharie 9.7 Juges 1.21 2 Samuel 24.18
17 καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον.Genèse 34.2
18 καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων.Zacharie 9.2 Josué 18.22 Esaïe 10.9 2 Rois 17.24 Nombres 34.8
19 καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα.Genèse 14.2 Genèse 20.1 Genèse 18.20 Deutéronome 32.8 Josué 14.1-14.15
20 οὗτοι υἱοὶ Χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Genèse 10.6 Genèse 11.1-11.9
21 καὶ τῷ Σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Εβερ ἀδελφῷ Ιαφεθ τοῦ μείζονος.Nombres 24.24 Genèse 11.10-11.26
22 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν.Esaïe 66.19 Genèse 14.1-14.9 Esaïe 21.2 Jérémie 25.25 2 Rois 15.19
23 καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ.Job 1.1 Jérémie 25.20
24 καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ.Luc 3.35 Genèse 11.12-11.15
25 καὶ τῷ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ Φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκταν.1 Chroniques 1.19 Deutéronome 32.8 Genèse 11.16-11.19 Genèse 10.32 Actes 17.26
26 Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ.1 Chroniques 1.20-1.28
27 καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα.1 Chroniques 1.20-1.28
28 καὶ Αβιμεηλ καὶ Σαβευ.1 Rois 10.1 Genèse 25.3 1 Chroniques 1.20-1.28
29 καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὗτοι υἱοὶ Ιεκταν.1 Rois 9.28 1 Chroniques 9.10 Genèse 25.18 Psaumes 45.9 1 Chroniques 9.13
30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα ὄρος ἀνατολῶν.Nombres 23.7
31 οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.Genèse 10.20 Genèse 10.5 Actes 17.26
32 αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.Genèse 9.19 Genèse 10.1 Actes 17.26 Genèse 9.7 Genèse 9.1

Cette Bible est dans le domaine public.