Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Chroniques 33.17     

2 Chroniques 33.17
Septante


Règne de Manassé

1 ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
2 Rois 21.1-21.18 1 Chroniques 3.13 Esaïe 3.4 Ecclésiaste 10.16 Matthieu 1.10
2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
2 Chroniques 28.3 Deutéronome 18.9 2 Rois 21.9 2 Rois 17.11 Esdras 9.14
3 καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.
Deutéronome 16.21 2 Chroniques 31.1 Deutéronome 17.3 2 Rois 18.4 2 Rois 23.5-23.6
4 καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
2 Chroniques 7.16 2 Chroniques 6.6 1 Rois 8.29 1 Rois 9.3 2 Chroniques 34.3-34.4
5 καὶ ᾠκοδόμησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου.
2 Chroniques 4.9 Ezéchiel 8.7-8.18 Jérémie 32.34-32.35
6 καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι-βαναι-εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροργίσαι αὐτόν.
2 Chroniques 28.3 2 Rois 21.6 Lévitique 20.6 1 Chroniques 10.13 Lévitique 19.31
7 καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν εἰκόνα ἣν ἐποίησεν ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτοῦ ἐν τῷ οἴκῳ τούτῳ καὶ Ιερουσαλημ ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ισραηλ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
2 Chroniques 33.4 1 Rois 8.48 Psaumes 78.68 2 Chroniques 6.6 2 Chroniques 33.15
8 καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ.
2 Samuel 7.10 Deutéronome 5.1 1 Chroniques 17.9 Lévitique 8.36 Esaïe 1.19-1.20
9 καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ.
Ezéchiel 16.45-16.47 2 Chroniques 33.2 2 Rois 17.8-17.11 2 Rois 24.3-24.4 Michée 6.16
10 καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ οὐκ ἐπήκουσαν.
Jérémie 44.4-44.5 Néhémie 9.29-9.30 2 Chroniques 36.15-36.16 Zacharie 1.4 Actes 7.51-7.52
11 καὶ ἤγαγεν κύριος ἐπ’ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα.
Deutéronome 28.36 Psaumes 107.10-107.14 1 Samuel 13.6 2 Rois 25.6 Job 36.8-36.11
12 καὶ ὡς ἐθλίβη ἐζήτησεν τὸ πρόσωπον κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ.
2 Chroniques 32.26 Osée 5.15 Actes 9.11 2 Chroniques 28.22 2 Chroniques 33.23
13 καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεός.
Esdras 8.23 1 Chroniques 5.20 Daniel 4.25 Hébreux 8.11 Psaumes 9.16
14 καὶ μετὰ ταῦτα ᾠκοδόμησεν τεῖχος ἔξω τῆς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς τὸ Οφλα καὶ ὕψωσεν σφόδρα καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ιουδα.
1 Rois 1.33 2 Chroniques 27.3 Néhémie 3.3 Sophonie 1.10 Néhémie 12.39
15 καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τῆς πόλεως.
2 Chroniques 33.3-33.7 2 Rois 21.7 Matthieu 3.8 Ezéchiel 18.20-18.22 Esaïe 2.17-2.21
16 καὶ κατώρθωσεν τὸ θυσιαστήριον κυρίου καὶ ἐθυσίασεν ἐπ’ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπεν τῷ Ιουδα τοῦ δουλεύειν κυρίῳ θεῷ Ισραηλ.
1 Rois 18.30 2 Chroniques 29.18 Lévitique 3.1-3.17 2 Chroniques 33.9 Luc 22.32
17 πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν πλὴν κύριος ὁ θεὸς αὐτῶν.
2 Chroniques 32.12 2 Rois 15.4 2 Chroniques 15.17 1 Rois 22.43
18 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ’ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἰδοὺ ἐπὶ λόγων.
Esaïe 30.10 2 Chroniques 33.19 Amos 7.12 2 Chroniques 33.12-33.13 Michée 3.7
19 προσευχῆς αὐτοῦ καὶ ὡς ἐπήκουσεν αὐτοῦ καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ αἱ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι ἐφ’ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.
Romains 5.16 Actes 9.11 Proverbes 15.8 2 Chroniques 30.11 1 Jean 1.9
20 καὶ ἐκοιμήθη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αμων υἱὸς αὐτοῦ.
2 Chroniques 32.33 1 Chroniques 3.14 2 Rois 21.18-21.25 Matthieu 1.10

Règne d’Amon

21 ὢν εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
2 Rois 21.19-21.24 2 Chroniques 33.1 Jacques 4.13-4.15 Luc 12.19-12.20
22 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ ἔθυεν Αμων καὶ ἐδούλευσεν αὐτοῖς.
Esaïe 44.13-44.20 2 Chroniques 34.3-34.4 2 Rois 21.1-21.11 Ezéchiel 20.18 2 Chroniques 33.1-33.10
23 καὶ οὐκ ἐταπεινώθη ἐναντίον κυρίου ὡς ἐταπεινώθη Μανασσης ὁ πατὴρ αὐτοῦ ὅτι υἱὸς αὐτοῦ Αμων ἐπλήθυνεν πλημμέλειαν.
2 Chroniques 33.12 2 Chroniques 33.19 2 Chroniques 33.1 Jérémie 8.12 2 Chroniques 28.22
24 καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ.
2 Samuel 4.5-4.12 Psaumes 55.23 Romains 11.22 2 Chroniques 24.25-24.26 2 Rois 21.23-21.26
25 καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ.
2 Chroniques 26.1 Nombres 35.33 2 Chroniques 34.1 Nombres 35.31 Genèse 9.5-9.6

Cette Bible est dans le domaine public.