Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Nombres 12.13     

Nombres 12.13
Septante


Miriam frappée de lèpre

1 καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβεν Μωυσῆς ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν.
Exode 2.21 Matthieu 12.48 Jean 15.20 Genèse 26.34-26.35 Genèse 27.46
2 καὶ εἶπαν μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος.
Nombres 11.1 Esaïe 37.4 Ezéchiel 35.12-35.13 Nombres 16.3 Michée 6.4
3 καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς.
Matthieu 11.29 2 Corinthiens 11.5 2 Corinthiens 12.11 Psaumes 147.6 2 Corinthiens 10.1
4 καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.
Nombres 16.16-16.21 Psaumes 76.9
5 καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν Ααρων καὶ Μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι.
Nombres 11.25 Exode 34.5 Psaumes 99.7 Exode 40.38
6 καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.
1 Rois 3.5 Genèse 46.2 Genèse 31.10-31.11 Luc 1.22 Daniel 7.1
7 οὐχ οὕτως ὁ θεράπων μου Μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν.
Psaumes 105.26 Hébreux 3.2-3.6 Josué 1.1 Matthieu 11.11 Matthieu 11.9
8 στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωυσῆ.
Deutéronome 34.10 1 Corinthiens 13.12 Exode 33.11 Exode 33.23 Psaumes 49.4
9 καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ’ αὐτοῖς καὶ ἀπῆλθεν.
Osée 5.15 Genèse 17.22 Nombres 11.1
10 καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρῶσα.
Deutéronome 24.9 2 Rois 5.27 2 Chroniques 26.19-26.21 Matthieu 25.41 2 Rois 15.5
11 καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν.
2 Samuel 19.19 2 Samuel 24.10 Proverbes 30.32 1 Samuel 2.30 1 Samuel 12.19
12 μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.
1 Corinthiens 15.8 1 Timothée 5.6 Colossiens 2.13 Psaumes 58.8 Psaumes 88.4-88.5
13 καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν.
Esaïe 30.26 1 Samuel 12.23 Jacques 5.15 Matthieu 5.44-5.45 Actes 7.60
14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται.
Deutéronome 25.9 Job 30.10 Esaïe 50.6 Nombres 5.2-5.3 Matthieu 26.67
15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη Μαριαμ.
Deutéronome 24.8-24.9 Habakuk 3.2 Michée 6.4 Exode 20.12 Genèse 9.21-9.23
16 καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν.
Nombres 11.35 Nombres 10.12 Nombres 33.18 1 Samuel 25.1 Habakuk 3.3

Cette Bible est dans le domaine public.