Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Genèse 23     

Genèse 23
Septante


Mort et ensevelissement de Sara

1 ἐγένετο δὲ ἡ ζωὴ Σαρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.
Genèse 17.17
2 καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἥ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γῇ Χανααν ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι.
Genèse 23.19 Genèse 13.18 Juges 1.10 Josué 14.14-14.15 Deutéronome 34.8
3 καὶ ἀνέστη Αβρααμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν τοῖς υἱοῖς Χετ λέγων.
Genèse 10.15 Genèse 23.7 Genèse 23.5 1 Samuel 26.6 Genèse 49.30
4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ’ ὑμῶν δότε οὖν μοι κτῆσιν τάφου μεθ’ ὑμῶν καὶ θάψω τὸν νεκρόν μου ἀπ’ ἐμοῦ.
Hébreux 11.9 1 Chroniques 29.15 Genèse 17.8 Lévitique 25.23 Genèse 49.30
5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χετ πρὸς Αβρααμ λέγοντες.
6 μή κύριε ἄκουσον δὲ ἡμῶν βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
Genèse 24.35 Genèse 14.14 Genèse 44.5 Genèse 21.22 Genèse 32.4-32.5
7 ἀναστὰς δὲ Αβρααμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς τοῖς υἱοῖς Χετ.
Hébreux 12.14 Genèse 19.1 Genèse 18.2 Romains 12.17-12.18 1 Pierre 3.8
8 καὶ ἐλάλησεν πρὸς αὐτοὺς Αβρααμ λέγων εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Εφρων τῷ τοῦ Σααρ.
Hébreux 7.26 1 Jean 2.1-2.2 1 Rois 2.17 Luc 7.3-7.4 Genèse 25.9
9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
Romains 12.17 Romains 13.8
10 Εφρων δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χετ ἀποκριθεὶς δὲ Εφρων ὁ Χετταῖος πρὸς Αβρααμ εἶπεν ἀκουόντων τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν λέγων.
Genèse 34.24 Genèse 34.20 Genèse 23.18 Esaïe 28.6 Ruth 4.1-4.4
11 παρ’ ἐμοὶ γενοῦ κύριε καὶ ἄκουσόν μου τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι θάψον τὸν νεκρόν σου.
Ruth 4.11 Genèse 23.6 Ruth 4.9 2 Samuel 24.20-24.24 Genèse 23.18
12 καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς.
Genèse 23.7 Genèse 18.2 Genèse 19.1
13 καὶ εἶπεν τῷ Εφρων εἰς τὰ ὦτα τοῦ λαοῦ τῆς γῆς ἐπειδὴ πρὸς ἐμοῦ εἶ ἄκουσόν μου τὸ ἀργύριον τοῦ ἀγροῦ λαβὲ παρ’ ἐμοῦ καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
Colossiens 4.5 Philippiens 4.5-4.8 2 Samuel 24.24 Romains 13.8 Genèse 14.22-14.23
14 ἀπεκρίθη δὲ Εφρων τῷ Αβρααμ λέγων.
15 οὐχί κύριε ἀκήκοα γῆ τετρακοσίων διδράχμων ἀργυρίου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἂν εἴη τοῦτο σὺ δὲ τὸν νεκρόν σου θάψον.
Ezéchiel 45.12 Exode 30.15 Exode 30.13
16 καὶ ἤκουσεν Αβρααμ τοῦ Εφρων καὶ ἀπεκατέστησεν Αβρααμ τῷ Εφρων τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χετ τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
Zacharie 11.12 Jérémie 32.9 Genèse 43.21 Matthieu 7.12 Esdras 8.25-8.30
17 καὶ ἔστη ὁ ἀγρὸς Εφρων ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ ὅς ἐστιν κατὰ πρόσωπον Μαμβρη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ.
Genèse 25.9 Genèse 50.13 Genèse 23.20 Actes 7.16 Matthieu 10.16
18 τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
Genèse 34.20 Jérémie 32.12 Ruth 4.1
19 μετὰ ταῦτα ἔθαψεν Αβρααμ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ ὅ ἐστιν ἀπέναντι Μαμβρη αὕτη ἐστὶν Χεβρων ἐν τῇ γῇ Χανααν.
Genèse 47.30 Genèse 49.29-49.32 Genèse 3.19 Genèse 35.27-35.29 Job 30.23
20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Αβρααμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χετ.
Ruth 4.7-4.10 2 Rois 21.18 Jérémie 32.10-32.14 Genèse 50.5 Genèse 50.13

Cette Bible est dans le domaine public.