Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Psaume 80.5     

Psaumes 80.5
Septante


Plaidoyer pour la restauration d’Israël

1 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ Ασαφ ψαλμός.
2 ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Ιακωβ.
3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας.
4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.
5 ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ιακωβ.
6 μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν.
7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
8 ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα.
9 ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούσῃς μου.
10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό.
12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι.
13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
14 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη.
15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Cette Bible est dans le domaine public.