Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 54.15     

Esaïe 54.15
Septante


1 εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα εἶπεν γὰρ κύριος.Galates 4.27 1 Samuel 2.5 Esaïe 62.4 Zacharie 9.9 Psaumes 113.9
2 πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου πῆξον μὴ φείσῃ μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον.Esaïe 49.19-49.20 Esaïe 33.20 Jérémie 10.20 Exode 39.40 Exode 35.18
3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.Esaïe 43.5-43.6 Esaïe 60.3-60.13 Esaïe 61.5-61.9 Esaïe 11.9-11.12 Esaïe 49.18-49.19
4 μὴ φοβοῦ ὅτι κατῃσχύνθης μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ.Esaïe 41.10 Jérémie 31.19 Esaïe 45.16-45.17 1 Pierre 2.6 Esaïe 61.7
5 ὅτι κύριος ὁ ποιῶν σε κύριος σαβαωθ ὄνομα αὐτῷ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάσῃ τῇ γῇ κληθήσεται.Esaïe 48.17 Osée 2.19-2.20 Ezéchiel 16.8 Jean 3.29 Ephésiens 5.25-5.27
6 οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ’ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην εἶπεν ὁ θεός σου.Esaïe 62.4 Osée 2.14-2.15 Matthieu 11.28 2 Corinthiens 7.9-7.10 Proverbes 5.18
7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε.Esaïe 26.20 Michée 4.6 Esaïe 11.11 Esaïe 27.12 Esaïe 60.10
8 ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε εἶπεν ὁ ῥυσάμενός σε κύριος.Esaïe 55.3 Esaïe 54.5 2 Thessaloniciens 2.16 Zacharie 1.15 Esaïe 57.16-57.17
9 ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου.Genèse 8.21 Esaïe 12.1 Jérémie 31.35-31.36 Hébreux 6.16-6.18 Genèse 9.11-9.16
10 τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται οὕτως οὐδὲ τὸ παρ’ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ εἶπεν γὰρ κύριος ἵλεώς σοι.Malachie 2.5 Psaumes 46.2 Ephésiens 2.4-2.5 Romains 11.29 Matthieu 24.35
11 ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον.1 Chroniques 29.2 Matthieu 8.24 Apocalypse 21.18-21.21 Jean 16.33 Exode 2.23
12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς. 13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.Jean 6.45 Psaumes 119.165 Esaïe 48.18 Romains 5.1 Philippiens 4.7
14 καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.Proverbes 3.25-3.26 Zacharie 9.8 Zacharie 2.4-2.5 Esaïe 9.4 Esaïe 1.26
15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται.Joël 3.9-3.14 Esaïe 43.14 Zacharie 12.9 Ezéchiel 38.8-38.23 Psaumes 37.12-37.13
16 ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι.Proverbes 16.4 Exode 9.16 Esaïe 37.26 Esaïe 10.5-10.6 Esaïe 46.11
17 πᾶν σκεῦος φθαρτόν ἐπὶ σὲ οὐκ εὐοδώσω καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι λέγει κύριος.Esaïe 50.8 Romains 8.28-8.39 Jean 10.28-10.30 Romains 8.1 Apocalypse 12.10

Cette Bible est dans le domaine public.