Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Chroniques 11.4     

2 Chroniques 11.4
Septante


Règne de Roboam

1 καὶ ἦλθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ.
Psaumes 33.10 Psaumes 33.16 Proverbes 21.30-21.31 1 Rois 12.21-12.24
2 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων.
2 Chroniques 12.15 2 Chroniques 8.14 2 Chroniques 12.5-12.7 1 Samuel 2.27 1 Rois 12.22-12.24
3 εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων.
Apocalypse 7.4-7.8 Philippiens 3.5 2 Rois 17.34 Genèse 49.28 Exode 24.4
4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ’ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ιεροβοαμ.
2 Chroniques 10.15-10.16 2 Chroniques 28.8-28.15 1 Rois 11.29-11.38 Genèse 50.20 2 Chroniques 25.7-25.10
5 καὶ κατῴκησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ.
2 Chroniques 8.2-8.6 2 Chroniques 27.4 2 Chroniques 11.23 Esaïe 22.8-22.11 2 Chroniques 26.6
6 καὶ ᾠκοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε.
2 Samuel 14.2 Genèse 35.19 Jérémie 6.1 1 Chroniques 4.32 Amos 1.1
7 καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ.
Josué 15.35 2 Samuel 23.13 Josué 15.58 Josué 12.15 1 Samuel 22.1
8 καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ.
Josué 15.24 1 Samuel 23.14 1 Chroniques 18.1 Psaumes 54.1 1 Samuel 23.19
9 καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα.
2 Chroniques 32.9 Josué 10.5 Josué 15.39 Josué 10.11 Josué 15.35
10 καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων ἥ ἐστιν τοῦ Ιουδα καὶ Βενιαμιν πόλεις τειχήρεις.
2 Samuel 2.11 Josué 14.14 Genèse 23.2 Josué 20.7 Nombres 13.22
11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἶνον.
2 Chroniques 11.23 2 Chroniques 17.19 Esaïe 22.10-22.11
12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα καὶ ἦσαν αὐτῷ Ιουδα καὶ Βενιαμιν.
2 Samuel 13.22 2 Chroniques 26.14-26.15 2 Samuel 13.19 2 Chroniques 32.5
13 καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων.
14 ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ.
2 Chroniques 13.9 Nombres 35.2-35.5 1 Rois 12.28-12.33 Josué 21.20-21.42 Nombres 18.21-18.28
15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ.
1 Rois 12.28 1 Rois 13.33 1 Rois 12.31 Apocalypse 16.14 Exode 32.4-32.8
16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν.
2 Chroniques 15.9 1 Chroniques 22.1 Osée 4.8 2 Chroniques 30.11 Psaumes 62.10
17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν τοῦ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυιδ καὶ Σαλωμων ἔτη τρία.
2 Chroniques 12.1 2 Chroniques 8.13-8.16 Matthieu 13.20-13.21 Osée 6.4 2 Chroniques 7.17-7.19
18 καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱοῦ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ τοῦ Ιεσσαι.
1 Samuel 16.6 1 Samuel 17.28 1 Chroniques 27.18 1 Samuel 17.13 1 Chroniques 2.13
19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ.
20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ.
2 Chroniques 13.2 2 Chroniques 11.21 1 Rois 15.1-15.2 Matthieu 1.7 2 Chroniques 12.16
21 καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα.
Deutéronome 17.17 2 Samuel 3.2-3.5 Juges 8.30 2 Chroniques 11.23 1 Chroniques 3.1-3.9
22 καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν.
Deutéronome 21.15-21.17 1 Chroniques 5.1-5.2 1 Chroniques 29.1
23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν.
2 Chroniques 21.3 2 Chroniques 10.8-10.15 Luc 16.8 Genèse 25.6 1 Rois 1.5-1.6

Cette Bible est dans le domaine public.