Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 15     

Exode 15
Septante


Cantique de Moïse et d’Israël

1 τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Apocalypse 15.3 Psaumes 106.12 Exode 15.21 Esaïe 51.10-51.11 Juges 5.1-5.31
2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν.
Esaïe 12.2 Esaïe 25.1 Psaumes 59.17 Psaumes 118.14 Psaumes 18.46
3 κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ.
Psaumes 24.8 Psaumes 83.18 Exode 3.15 Apocalypse 19.11-19.21 Exode 14.14
4 ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ.
Exode 14.13-14.28 Exode 14.6-14.7
5 πόντῳ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Néhémie 9.11 Exode 15.10 Exode 14.28 Jérémie 51.63-51.64 Jonas 2.2
6 ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς.
Psaumes 118.15-118.16 Esaïe 51.9 Psaumes 60.5 Psaumes 2.9 Apocalypse 2.27
7 καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην.
Esaïe 5.24 Malachie 4.1 Esaïe 47.14 Deutéronome 33.26 Jérémie 10.6
8 καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Psaumes 78.13 Exode 14.21-14.22 Job 4.9 2 Thessaloniciens 2.8 Habakuk 3.10
9 εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου.
Juges 5.30 Esaïe 53.12 Exode 14.5 Luc 11.22 Genèse 49.27
10 ἀπέστειλας τὸ πνεῦμά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ.
Exode 14.21 Exode 15.5 Esaïe 11.15 Psaumes 147.18 Psaumes 135.7
11 τίς ὅμοιός σοι ἐν θεοῖς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιῶν τέρατα.
Apocalypse 4.8 Esaïe 6.3 1 Samuel 2.2 Psaumes 86.8 1 Rois 8.23
12 ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γῆ.
Exode 15.6
13 ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
Psaumes 77.20 Genèse 19.16 Psaumes 77.14-77.15 Jérémie 2.6 Psaumes 80.1
14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ.
Deutéronome 2.25 Josué 9.24 Josué 2.9-2.10 Nombres 14.14 Esaïe 14.29
15 τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν.
Josué 5.1 Josué 2.9 Josué 2.11 Genèse 36.40 Deutéronome 2.4
16 ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ ὁ λαός σου κύριε ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω.
Psaumes 74.2 Josué 2.9 1 Samuel 25.37 Deutéronome 2.25 Tite 2.14
17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Psaumes 44.2 Psaumes 80.8 Jérémie 32.41 Psaumes 78.68-78.69 Jérémie 2.21
18 κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι.
Psaumes 10.16 Psaumes 29.10 Esaïe 57.15 Psaumes 146.10 Daniel 4.3
19 ὅτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Exode 14.28-14.29 Proverbes 21.31 Hébreux 11.29 Exode 14.22-14.23
20 λαβοῦσα δὲ Μαριαμ ἡ προφῆτις ἡ ἀδελφὴ Ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν.
Juges 11.34 1 Samuel 18.6 Psaumes 150.4 Nombres 26.59 Psaumes 68.25
21 ἐξῆρχεν δὲ αὐτῶν Μαριαμ λέγουσα ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Exode 15.1 Apocalypse 19.1-19.6 Psaumes 134.1-134.3 Apocalypse 5.9 Apocalypse 7.10-7.12

Premières étapes dans le désert

L’eau de Mara

22 ἐξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν.
Genèse 16.7 1 Samuel 15.7 Genèse 25.18 Exode 3.18
23 ἦλθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία.
Nombres 33.8 Ruth 1.20
24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῆν λέγοντες τί πιόμεθα.
Exode 16.2 Exode 14.11 Nombres 16.11 Nombres 17.10 Jude 1.16
25 ἐβόησεν δὲ Μωυσῆς πρὸς κύριον καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν.
Deutéronome 8.2 Juges 3.4 Exode 14.10 Exode 16.4 Psaumes 66.10
26 καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε.
Deutéronome 7.15 Psaumes 103.3 Psaumes 147.3 Exode 23.25 Psaumes 41.3-41.4
27 καὶ ἤλθοσαν εἰς Αιλιμ καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.
Nombres 33.9 Esaïe 12.3 Ezéchiel 47.12 Apocalypse 22.2 Apocalypse 7.17

Cette Bible est dans le domaine public.