Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 3     

Exode 3
Septante


1 καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρηβ.
1 Rois 19.8 Nombres 10.29 Juges 4.11 Exode 17.6 Exode 2.21
2 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο.
Actes 7.30-7.35 Deutéronome 33.16 Esaïe 43.2 2 Corinthiens 1.8-1.10 Jean 1.14
3 εἶπεν δὲ Μωυσῆς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο τί ὅτι οὐ κατακαίεται ὁ βάτος.
Actes 7.31 Psaumes 111.2-111.4 Job 37.14 Psaumes 107.8
4 ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ Μωυσῆ ὁ δὲ εἶπεν τί ἐστιν.
Deutéronome 33.16 Actes 10.13 Genèse 22.1 Genèse 46.2 1 Samuel 3.6
5 καὶ εἶπεν μὴ ἐγγίσῃς ὧδε λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.
Josué 5.15 Actes 7.33 Exode 19.12 Ecclésiaste 5.1 Lévitique 10.3
6 καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ.
Exode 4.5 Matthieu 22.32 Marc 12.26 Luc 20.37 Actes 7.32
7 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν.
Psaumes 106.44 Psaumes 145.19 Esaïe 63.9 Exode 2.23-2.25 Néhémie 9.9
8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων.
Genèse 50.24 Exode 3.17 Genèse 15.18-15.21 Deutéronome 1.25 Exode 13.5
9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.
Exode 2.23 Exode 3.7 Exode 1.22 Exode 1.13-1.14 Exode 1.11
10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
Michée 6.4 Psaumes 105.26 Esaïe 63.11-63.12 Osée 12.13 Psaumes 77.20

Objections de Moïse

11 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
1 Samuel 18.18 Exode 6.12 2 Corinthiens 3.5 Esaïe 6.5-6.8 Jérémie 1.6
12 εἶπεν δὲ ὁ θεὸς Μωυσεῖ λέγων ὅτι ἔσομαι μετὰ σοῦ καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ.
Josué 1.5 Exode 4.15 Deutéronome 31.23 Romains 8.31 Genèse 31.3
13 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με τί ὄνομα αὐτῷ τί ἐρῶ πρὸς αὐτούς.
Esaïe 9.6 Proverbes 30.4 Exode 3.14 Esaïe 7.14 Juges 13.17
14 καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ἐγώ εἰμι ὁ ὤν καὶ εἶπεν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς.
Jean 8.58 Exode 6.3 Apocalypse 1.8 Hébreux 13.8 Apocalypse 4.8
15 καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Psaumes 135.13 Osée 12.5 Exode 3.6 Psaumes 102.12 Esaïe 63.12
16 ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ λέγων ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ.
Exode 4.29 Exode 4.31 Genèse 50.24 Actes 15.14 Hébreux 2.6-2.7
17 καὶ εἶπον ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Genèse 15.13-15.21 Genèse 50.24 Genèse 46.4 Josué 24.11 Exode 2.23-2.25
18 καὶ εἰσακούσονταί σου τῆς φωνῆς καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς πορευσώμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τῷ θεῷ ἡμῶν.
Exode 9.1 Exode 7.16 Nombres 23.3-23.4 Nombres 23.15-23.16 2 Chroniques 30.12
19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευθῆναι ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς.
Exode 5.2 Exode 6.1 Exode 7.1-7.14 Esaïe 63.12-63.13 Psaumes 136.11-136.12
20 καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.
Deutéronome 6.22 Néhémie 9.10 Exode 9.15 Actes 7.36 Exode 12.31-12.33
21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί.
Exode 12.36 Exode 11.3 Proverbes 16.7 Psaumes 106.46 Psaumes 105.37
22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους.
Ezéchiel 39.10 Exode 11.2 Psaumes 105.37 Genèse 15.14 Proverbes 13.22

Cette Bible est dans le domaine public.