Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Exode 33.14     

Exode 33.14
Septante


1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν.
Genèse 12.7 Exode 32.13 Exode 32.7 Genèse 26.3 Genèse 22.16-22.18
2 καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον.
Josué 24.11 Exode 32.34 Exode 23.20 Exode 23.27-23.31 Exode 34.11
3 καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ.
Exode 32.9-32.10 Exode 3.8 Nombres 16.21 Exode 33.15-33.17 Nombres 16.45
4 καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς.
Nombres 14.39 Ezéchiel 26.16 Ezéchiel 24.17 Ezéchiel 24.23 Nombres 14.1
5 καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ὑμεῖς λαὸς σκληροτράχηλος ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι.
Exode 33.3-33.4 Deutéronome 8.2 Genèse 22.12 Psaumes 139.23 Nombres 16.21
6 καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ.
Exode 33.4 Exode 32.3 Jérémie 2.19

Les rencontres de Moïse avec l’Éternel

7 καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς.
Exode 29.42-29.43 2 Samuel 21.1 Deutéronome 4.29 Matthieu 7.7-7.8 Esaïe 55.6-55.7
8 ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν.
Nombres 16.27
9 ὡς δ’ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἐλάλει Μωυσῇ.
Psaumes 99.7 Exode 31.18 Exode 13.21-13.22 Nombres 11.17 Ezéchiel 3.22
10 καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ.
Luc 18.13 Exode 4.31 1 Rois 8.22 1 Rois 8.14
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
Nombres 12.8 Deutéronome 34.10 Genèse 32.30 Exode 24.13 Exode 17.9
12 καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν τοῦτον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ’ ἐμοῦ σὺ δέ μοι εἶπας οἶδά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ’ ἐμοί.
Exode 33.17 Exode 32.34 Jean 10.14-10.15 2 Timothée 2.19 Genèse 18.19
13 εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστῶς ἴδω σε ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.
Psaumes 25.4 Psaumes 119.33 Psaumes 86.11 Deutéronome 9.29 Psaumes 27.11
14 καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε.
Esaïe 63.9 Josué 21.44 Josué 22.4 Josué 23.1 Deutéronome 3.20
15 καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύῃ μή με ἀναγάγῃς ἐντεῦθεν.
Exode 33.3 Exode 34.9 Psaumes 4.6
16 καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν.
Nombres 14.14 1 Rois 8.53 Exode 34.10 Exode 19.5-19.6 Deutéronome 4.7
17 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας.
Exode 33.12 Genèse 19.21 Esaïe 65.24 Jacques 5.16 1 Jean 5.14-5.15
18 καὶ λέγει δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.
Exode 33.20 1 Timothée 6.16 Apocalypse 21.23 Jean 1.18 2 Corinthiens 3.18
19 καὶ εἶπεν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
Exode 34.5-34.7 Jérémie 31.14 Romains 9.15-9.18 Psaumes 25.13 Romains 9.23
20 καὶ εἶπεν οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.
Esaïe 6.5 Genèse 32.30 Exode 24.10 1 Timothée 6.16 Jean 1.18
21 καὶ εἶπεν κύριος ἰδοὺ τόπος παρ’ ἐμοί στήσῃ ἐπὶ τῆς πέτρας.
Deutéronome 5.31 Esaïe 56.5 Luc 15.1 Zacharie 3.7 Josué 20.4
22 ἡνίκα δ’ ἂν παρέλθῃ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω.
Psaumes 91.4 Psaumes 91.1 Esaïe 2.21 1 Corinthiens 10.4 Esaïe 32.2
23 καὶ ἀφελῶ τὴν χεῖρα καὶ τότε ὄψῃ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
Jean 1.18 Exode 33.20 1 Timothée 6.16 1 Corinthiens 13.12 Job 11.7

Cette Bible est dans le domaine public.