1 καὶ τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ τοῦ μηνὸς ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἡμέρα σημασίας ἔσται ὑμῖν.
Lévitique 23.24-23.25 Nombres 10.1-10.10 Zacharie 9.14 Marc 16.15-16.16 Psaumes 81.3
2 καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.
Hébreux 10.10-10.14 Nombres 29.36 Nombres 28.19 Nombres 29.8 Nombres 28.27
3 ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί.
4 δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς.
5 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν.
Nombres 28.30 Nombres 28.15 Nombres 28.22
6 πλὴν τῶν ὁλοκαυτωμάτων τῆς νουμηνίας καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ διὰ παντὸς καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
Nombres 28.11-28.15 Nombres 28.3-28.8 Exode 29.38-29.42 Nombres 15.11-15.12 Nombres 15.24
7 καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν καὶ κακώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε.
Lévitique 16.29-16.31 Psaumes 35.13 Actes 27.9 Psaumes 126.5-126.6 Luc 13.3
8 καὶ προσοίσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτά ἄμωμοι ἔσονται ὑμῖν.
Nombres 29.13 Nombres 28.19 Nombres 29.2
9 ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί.
Nombres 15.3-15.12
10 δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ εἰς τοὺς ἑπτὰ ἀμνούς.
11 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν πλὴν τὸ περὶ τῆς ἁμαρτίας τῆς ἐξιλάσεως καὶ ἡ ὁλοκαύτωσις ἡ διὰ παντός ἡ θυσία αὐτῆς καὶ ἡ σπονδὴ αὐτῆς κατὰ τὴν σύγκρισιν εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ.
Lévitique 16.3 Lévitique 16.5 Daniel 9.24-9.26 Nombres 29.6 Nombres 28.3-28.8
12 καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἐπίκλητος ἁγία ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ ἑπτὰ ἡμέρας.
Deutéronome 16.13-16.14 Hébreux 11.9-11.13 Ezéchiel 45.25 Exode 34.22 Lévitique 23.33-23.43
13 καὶ προσάξετε ὁλοκαυτώματα καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἄμωμοι ἔσονται.
Nombres 28.11 Esdras 3.4 Nombres 28.27 Nombres 29.8 Hébreux 10.12-10.14
14 αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ τοῖς τρισκαίδεκα μόσχοις καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ ἐπὶ τοὺς δύο κριούς.
15 δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνούς.
16 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
17 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχους δώδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους.
Osée 6.6 Psaumes 51.16-51.17 Romains 12.1 Nombres 29.13 Esaïe 1.11
18 ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
Nombres 28.7 Nombres 28.14 Nombres 15.4-15.12 Nombres 29.6 Nombres 29.3-29.4
19 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
Nombres 29.22 Nombres 29.25 Nombres 29.11 Amos 8.14
20 τῇ ἡμέρᾳ τῇ τρίτῃ μόσχους ἕνδεκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους.
21 ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
Psaumes 16.4 Joël 1.13 Joël 2.14 Joël 1.9
23 τῇ ἡμέρᾳ τῇ τετάρτῃ μόσχους δέκα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους. 24 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
25 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
Hébreux 3.14 Galates 2.5 Galates 6.9 2 Thessaloniciens 3.13 Hébreux 13.15
26 τῇ ἡμέρᾳ τῇ πέμπτῃ μόσχους ἐννέα κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους.
27 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
28 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
29 τῇ ἡμέρᾳ τῇ ἕκτῃ μόσχους ὀκτώ κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρας ἀμώμους.
30 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
31 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
32 τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά κριοὺς δύο ἀμνοὺς ἐνιαυσίους τέσσαρας καὶ δέκα ἀμώμους.
33 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
34 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
35 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ἔσται ὑμῖν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.
Lévitique 23.36 Apocalypse 7.9-7.17 Jean 7.37-7.39
36 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας καρπώματα κυρίῳ μόσχον ἕνα κριὸν ἕνα ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.
37 αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν κατὰ τὴν σύγκρισιν αὐτῶν.
38 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.
39 ταῦτα ποιήσετε κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν πλὴν τῶν εὐχῶν ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν καὶ τὰς σπονδὰς ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν.
Lévitique 23.2 1 Chroniques 23.31 2 Chroniques 31.3 Lévitique 7.11 Néhémie 10.33