Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 27.11     

Deutéronome 27.11
Septante


1 καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.1 Thessaloniciens 4.1-4.2 Luc 11.28 Jacques 2.10 Deutéronome 4.1-4.3 Deutéronome 26.16
2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ.Josué 4.1 Josué 8.31 Deutéronome 9.1 Josué 4.5-4.24 Deutéronome 26.1
3 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι.Deutéronome 26.9 Jérémie 31.31-31.33 Josué 8.32 Nombres 14.8 Hébreux 8.6-8.10
4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.Josué 8.30-8.33 Deutéronome 11.29-11.30
5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον.Exode 20.25 Exode 24.4 1 Rois 18.31-18.32 Josué 8.30-8.31
6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου.Ephésiens 5.2 Lévitique 1.1-1.17
7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.Deutéronome 12.7 Deutéronome 26.10-26.11 Néhémie 8.10 Ephésiens 2.16-2.17 Hébreux 13.20-13.21
8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.Habakuk 2.2 2 Corinthiens 3.12 Jean 16.25
9 καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου.1 Pierre 2.10-2.11 Romains 6.22 Ephésiens 5.8-5.9 Deutéronome 26.16-26.18 Romains 6.17-6.18
10 καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.Deutéronome 11.1 Deutéronome 11.7-11.8 1 Pierre 1.14-1.16 Ephésiens 4.17-4.24 Deutéronome 10.12-10.13
11 καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων. 12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν.Juges 9.7 Genèse 29.33-29.35 Genèse 30.18 Josué 8.33-8.35 Deutéronome 11.26-11.29
13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι.Genèse 30.6-30.13 Josué 8.33 Genèse 30.20 Genèse 49.3-49.4 Deutéronome 11.29
14 καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ.Daniel 9.11 Josué 8.33 Deutéronome 33.9-33.10 Malachie 2.7-2.9 Néhémie 8.7-8.8
15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο.Exode 34.17 Exode 20.4 Deutéronome 5.8 1 Corinthiens 14.16 Lévitique 26.1
16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Exode 21.17 Lévitique 19.3 Exode 20.12 Deutéronome 21.18-21.21 Ezéchiel 22.7
17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Deutéronome 19.14 Proverbes 22.28 Proverbes 23.10-23.11
18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Lévitique 19.14 Proverbes 28.10 Job 29.15 Matthieu 15.14 Apocalypse 2.14
19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Deutéronome 10.18 Deutéronome 24.17 Michée 3.9 Psaumes 82.2-82.4 Exode 23.2
20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Deutéronome 22.30 Lévitique 18.8 Lévitique 20.11 1 Corinthiens 5.1 Ezéchiel 22.10
21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Lévitique 18.23 Lévitique 20.15 Exode 22.19
22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Lévitique 18.9 Lévitique 20.17 Ezéchiel 22.11 2 Samuel 13.8-13.14 2 Samuel 13.1
23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Lévitique 20.14 Lévitique 18.17
24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Nombres 35.31 Lévitique 24.17 2 Samuel 11.15-11.17 Exode 20.13 Deutéronome 19.11-19.12
25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Exode 23.7-23.8 Deutéronome 10.17 Psaumes 15.5 Deutéronome 16.19 Actes 1.18
26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο.Galates 3.10 Psaumes 119.21 1 Corinthiens 16.22 Romains 10.5 Matthieu 25.41

Cette Bible est dans le domaine public.