Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 66.23     

Esaïe 66.23
Septante


1 οὕτως λέγει κύριος ὁ οὐρανός μοι θρόνος ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ποῖον οἶκον οἰκοδομήσετέ μοι ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου.Matthieu 5.34-5.35 Actes 17.24 Actes 7.48-7.50 1 Rois 8.27 Psaumes 11.4
2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου καὶ ἔστιν ἐμὰ πάντα ταῦτα λέγει κύριος καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου.Psaumes 34.18 Esaïe 57.15 Luc 18.13-18.14 Matthieu 5.3-5.4 Psaumes 51.17
3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν.Lévitique 2.2 Juges 5.8 Esaïe 65.3-65.4 Proverbes 21.27 Esaïe 66.17
4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου ἐλάλησα καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο.Esaïe 65.12 2 Rois 21.2 Jérémie 7.13 Proverbes 10.24 2 Rois 21.6
5 ἀκούσατε τὸ ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ εἴπατε ἀδελφοὶ ἡμῶν τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν κἀκεῖνοι αἰσχυνθήσονται.Psaumes 38.20 Matthieu 10.22 Jean 15.18-15.20 Esaïe 5.19 Jean 9.34
6 φωνὴ κραυγῆς ἐκ πόλεως φωνὴ ἐκ ναοῦ φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.Esaïe 59.18 Esaïe 65.5-65.7 Joël 3.7-3.16 Esaïe 34.8 Amos 1.2
7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν.Esaïe 54.1 Apocalypse 12.1-12.5 Galates 4.26
8 τίς ἤκουσεν τοιοῦτο καὶ τίς ἑώρακεν οὕτως ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς.Esaïe 64.4 Esaïe 49.20-49.22 Actes 21.20 1 Corinthiens 2.9 Romains 15.18-15.21
9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθης μου εἶπεν κύριος οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα εἶπεν ὁ θεός.Esaïe 37.3 Genèse 18.14
10 εὐφράνθητι Ιερουσαλημ καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν χάρητε χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ’ αὐτῆς.Psaumes 26.8 Deutéronome 32.43 Psaumes 122.6 Esaïe 65.18 Psaumes 137.6
11 ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.Esaïe 60.16 Joël 3.18 Esaïe 60.5 Psaumes 36.8 1 Pierre 2.2
12 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν τὰ παιδία αὐτῶν ἐπ’ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.Esaïe 48.18 Esaïe 60.16 Esaïe 9.7 Esaïe 66.11 Esaïe 49.19-49.23
13 ὡς εἴ τινα μήτηρ παρακαλέσει οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε.Esaïe 51.3 1 Thessaloniciens 2.7 2 Corinthiens 1.4 Esaïe 40.1 Esaïe 65.18-65.19
14 καὶ ὄψεσθε καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.Esdras 8.31 Zacharie 10.7 Esdras 7.9 Proverbes 17.22 Esdras 8.22
15 ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός.2 Thessaloniciens 1.6-1.9 Psaumes 68.17 Esaïe 30.33 Psaumes 21.9 2 Pierre 3.10-3.12
16 ἐν γὰρ τῷ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου.Esaïe 27.1 Ezéchiel 38.21-38.22 Ezéchiel 39.2-39.10 Esaïe 34.5-34.10 Esaïe 30.30
17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται εἶπεν κύριος.Esaïe 65.3-65.4 Lévitique 11.2-11.8 Deutéronome 14.3-14.8 Esaïe 1.28-1.29
18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.Deutéronome 31.21 Esaïe 2.2 Luc 5.22 Psaumes 82.8 Romains 16.26
19 καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔθνη εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν.Esaïe 52.15 Ezéchiel 27.10 Romains 15.21 Esaïe 62.10 Esaïe 55.5
20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον κυρίῳ μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ εἶπεν κύριος ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου.Romains 15.16 Esaïe 65.25 Esaïe 11.9 Esaïe 43.6 Esaïe 60.3-60.14
21 καὶ ἀπ’ αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας εἶπεν κύριος.Exode 19.6 1 Pierre 2.9 Esaïe 61.6 1 Pierre 2.5 Apocalypse 1.6
22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου λέγει κύριος οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.Esaïe 65.17 Apocalypse 21.1 2 Pierre 3.13 1 Pierre 1.4-1.5 Jean 10.27-10.29
23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ εἶπεν κύριος.Ezéchiel 46.1 Psaumes 86.9 Ezéchiel 46.6 2 Rois 4.23 Esaïe 1.13-1.14
24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.Esaïe 14.11 Daniel 12.2 Apocalypse 14.10-14.11 Matthieu 3.12 Marc 9.43-9.49

Cette Bible est dans le domaine public.