Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 15.29     

1 Chroniques 15.29
Septante


1 καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.1 Chroniques 16.1 1 Chroniques 15.3 Psaumes 132.5 1 Chroniques 17.1-17.5 Actes 7.46
2 τότε εἶπεν Δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ’ ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.Deutéronome 10.8 Deutéronome 31.9 Josué 3.3 Jérémie 33.17-33.22 Nombres 4.2-4.15
3 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ.1 Rois 8.1 1 Chroniques 13.5 1 Chroniques 15.1 2 Samuel 6.12 1 Chroniques 15.12
4 καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας.1 Chroniques 6.49-6.50 Exode 6.16-6.22 Nombres 3.4 1 Chroniques 6.16-6.30 1 Chroniques 12.26-12.28
5 τῶν υἱῶν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν εἴκοσι.1 Chroniques 6.22-6.24
6 τῶν υἱῶν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι πεντήκοντα.1 Chroniques 6.29-6.30
7 τῶν υἱῶν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν πεντήκοντα.1 Chroniques 23.8 1 Chroniques 15.11
8 τῶν υἱῶν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ διακόσιοι.Exode 6.22
9 τῶν υἱῶν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὀγδοήκοντα.Exode 6.18 1 Chroniques 23.12 1 Chroniques 26.23 1 Chroniques 26.30-26.31 Nombres 26.58
10 τῶν υἱῶν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑκατὸν δέκα δύο.1 Chroniques 23.12 Exode 6.22 1 Chroniques 6.18 1 Chroniques 6.22 Exode 6.18
11 καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ.1 Chroniques 12.28 1 Samuel 22.20-22.23 1 Rois 2.35 1 Chroniques 18.16 2 Samuel 8.17
12 καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ.2 Chroniques 35.6 Exode 19.14-19.15 2 Chroniques 30.15 Jean 17.17 Romains 12.1-12.2
13 ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.2 Samuel 6.3 1 Corinthiens 14.40 1 Corinthiens 11.2 1 Jean 1.8-1.10 2 Samuel 6.7-6.8
14 καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ.Lévitique 10.3 Joël 2.16-2.17 2 Chroniques 29.15 2 Chroniques 29.34
15 καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ’ αὐτούς.Nombres 4.15 Nombres 7.9 Exode 40.20 Exode 25.12-25.15 1 Rois 8.8
16 καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.1 Chroniques 13.8 2 Chroniques 5.13 Néhémie 12.36 1 Chroniques 16.42 1 Chroniques 23.5
17 καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου.1 Chroniques 6.39 1 Chroniques 6.33 1 Chroniques 6.44 1 Samuel 8.2 1 Chroniques 25.1-25.5
18 καὶ μετ’ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί.1 Chroniques 26.4 1 Chroniques 26.8 1 Chroniques 26.15 1 Chroniques 16.38 1 Chroniques 25.2-25.6
19 καὶ οἱ ψαλτῳδοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι.1 Chroniques 25.6 1 Chroniques 25.1 1 Chroniques 13.8 1 Chroniques 16.42 1 Chroniques 15.16
20 Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ.Psaumes 46.1-46.11
21 καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι.Psaumes 12.1 1 Chroniques 16.5 1 Chroniques 25.6-25.7 1 Chroniques 15.18 Psaumes 81.1-81.2
22 καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν ὅτι συνετὸς ἦν.1 Chroniques 15.16 1 Chroniques 25.7-25.8 1 Chroniques 15.27
23 καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ.Psaumes 84.10 2 Rois 25.18 1 Chroniques 9.21-9.23 2 Rois 22.4
24 καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.1 Chroniques 16.6 Nombres 10.8 1 Chroniques 15.28 Psaumes 81.13 Joël 2.15
25 καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ.2 Samuel 6.12-6.23 1 Samuel 10.19 Nombres 31.14 1 Samuel 8.12 1 Chroniques 13.11-13.14
26 καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.Nombres 23.29 Job 42.8 Nombres 29.32 2 Corinthiens 3.5 2 Samuel 6.13
27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη.2 Samuel 6.14 1 Samuel 2.18
28 καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις.1 Chroniques 13.8 1 Chroniques 15.16 2 Samuel 6.15 2 Chroniques 5.12-5.13 Psaumes 68.25
29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.2 Samuel 6.16 Psaumes 69.7-69.9 Juges 20.27 1 Samuel 25.44 Hébreux 9.4

Cette Bible est dans le domaine public.