1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
Cantique 8.11-8.12 Matthieu 13.24 Matthieu 9.37-9.38 Matthieu 13.47 Matthieu 13.33
2 ⸂συμφωνήσας δὲ⸃ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
1 Rois 3.6-3.11 Apocalypse 6.6 Matthieu 18.28 Matthieu 22.19 2 Timothée 3.15
3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
1 Timothée 5.13 Matthieu 11.16-11.17 Actes 2.15 Ezéchiel 16.49 Proverbes 19.15
4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
Matthieu 9.9 Romains 6.16-6.22 1 Pierre 1.13 Colossiens 4.1 Luc 19.7-19.10
5 οἱ δὲ ἀπῆλθον. ⸀πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
Hébreux 11.24-11.26 Genèse 12.1-12.4 Luc 23.44-23.46 Jean 1.39 Jean 11.9
6 περὶ δὲ τὴν ⸀ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
Jean 9.4 Hébreux 6.12 Proverbes 19.15 Actes 17.21 Luc 23.40-23.43
7 λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα.
Actes 4.16 Ephésiens 6.8 Actes 17.30-17.31 Matthieu 22.9-22.10 Romains 10.14-10.17
8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
Lévitique 19.13 Deutéronome 24.15 Genèse 39.4-39.6 Matthieu 25.19 1 Corinthiens 4.1-4.2
9 ⸂καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
Matthieu 20.2 1 Timothée 1.14-1.16 Ephésiens 1.6-1.8 Romains 4.3-4.6 Romains 5.20-5.21
10 ⸂καὶ ἐλθόντες⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον λήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί⸃.
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Jude 1.16 Luc 15.2 Actes 22.21-22.22 Actes 13.45 Actes 11.2-11.3
12 ⸀λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν⸃ ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
Jacques 1.11 Luc 12.55 2 Corinthiens 11.23-11.28 Malachie 1.13 Romains 3.27
13 ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν⸃· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
Matthieu 22.12 Matthieu 26.50 Job 35.2 Romains 9.14-9.15 Job 40.8
14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
2 Rois 10.16 Matthieu 6.16 Luc 16.25 Ezéchiel 29.18-29.20 Matthieu 6.6
15 ⸀οὐκ ἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι⸃ ἐν τοῖς ἐμοῖς; ⸀ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
Deutéronome 15.9 Matthieu 6.23 Marc 7.22 Proverbes 23.6 Romains 9.15-9.24
16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι.
Matthieu 19.30 Marc 10.31 Luc 14.24 Jacques 1.23-1.25 Jean 12.19-12.22
Demande de la mère de Jacques et de Jean
17 ⸂Καὶ ἀναβαίνων ὁ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰς κατ’ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ⸃ εἶπεν αὐτοῖς·
Marc 10.32-10.34 Jean 12.12 Luc 18.31-18.34 Actes 10.41 Matthieu 13.11
18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
Matthieu 16.21 Matthieu 27.1 Matthieu 26.66 Psaumes 2.1-2.3 Luc 22.71
19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται.
Matthieu 16.21 Marc 15.16-15.20 Actes 2.23 Matthieu 27.27-27.31 Psaumes 35.16
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρ’ αὐτοῦ.
Matthieu 4.21 Matthieu 8.2 Matthieu 27.56 Marc 10.35-10.45 Marc 15.40
21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
Matthieu 19.28 Matthieu 18.1 Esther 5.3 Psaumes 110.1 Marc 10.36-10.37
22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν; λέγουσιν αὐτῷ· Δυνάμεθα.
Matthieu 26.42 Jean 18.11 Luc 22.42 Esaïe 51.22 Marc 14.36
23 ⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων οὐκ ἔστιν ⸀ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
Apocalypse 1.9 Actes 12.2 Matthieu 25.34 1 Corinthiens 2.9 2 Timothée 2.11-2.12
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
1 Pierre 5.5 Jacques 4.5-4.6 Marc 10.41 Philippiens 2.3 Proverbes 13.10
25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
Luc 22.25-22.27 Matthieu 20.25-20.28 Matthieu 18.3-18.4 Jean 13.12-13.17 Daniel 5.19
26 οὐχ οὕτως ⸀ἔσται ἐν ὑμῖν· ἀλλ’ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
Marc 10.43 Marc 9.35 Marc 10.45 1 Pierre 5.3 Actes 13.5
27 καὶ ὃς ⸀ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσται ὑμῶν δοῦλος·
Marc 9.33-9.35 Luc 22.26 2 Corinthiens 4.5 2 Corinthiens 11.23-11.27 Matthieu 18.4
28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Luc 22.27 Hébreux 9.28 1 Pierre 1.18-1.19 Tite 2.14 1 Timothée 2.6
Guérison de deux aveugles
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
Marc 10.46-10.52 Luc 18.35-18.43 Matthieu 9.27-9.31
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
Matthieu 22.42 Matthieu 21.9 Matthieu 12.22-12.23 Esaïe 42.16 Matthieu 9.27-9.31
31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.Matthieu 19.13 Matthieu 7.7-7.8 Colossiens 4.2 Luc 18.1-18.8 Luc 18.39
32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
Ezéchiel 36.37 Philippiens 4.6 Matthieu 20.21 Actes 10.29
33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃.
Psaumes 119.18 Ephésiens 1.17-1.19
34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
Matthieu 15.32 Psaumes 119.71 Psaumes 145.8 Hébreux 4.15-4.16 Matthieu 9.29