Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Néhémie 7     

Néhémie 7
Septante


Installation et reprise des activités

Les Israélites revenus d’exil avec Zorobabel

1 καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται.
Néhémie 6.1 Néhémie 6.15 2 Chroniques 31.2 Néhémie 3.1-3.32 Néhémie 11.3
2 καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς.
Néhémie 2.8 Néhémie 1.2 Néhémie 10.23 1 Rois 18.3 Matthieu 25.21
3 καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.
Néhémie 13.19 Néhémie 3.23 Psaumes 127.1 Matthieu 10.16 Néhémie 3.28-3.30
4 καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.
Esaïe 58.12 Aggée 1.4-1.6 Matthieu 6.33
5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ.
Colossiens 1.29 Néhémie 6.14 Esdras 7.27 Jacques 1.16 Esdras 2.62
6 καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ.
Esdras 2.1-2.70 Jérémie 52.1-52.34 2 Rois 25.11 2 Rois 24.14-24.16 Jérémie 39.1-39.18
7 μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ.
Esdras 2.2 Néhémie 12.10 Aggée 1.1 Néhémie 12.7 Esdras 3.8-3.9
8 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο.
Néhémie 10.14 Néhémie 10.25 Esdras 2.3 Esdras 8.3
9 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο.
Esdras 8.8 Esdras 2.4
10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο.
Esdras 2.5 Néhémie 6.18
11 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ.
Esdras 2.6 Néhémie 8.4 Néhémie 10.14
12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
Esdras 10.26 Esdras 8.7 Esdras 2.7
13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε.
Esdras 2.8
14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα.
Esdras 2.9
15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ.
Esdras 2.10
16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ.
Esdras 2.11
17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο.
Esdras 2.12
18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά.
Esdras 2.13
19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά.
Esdras 2.14
20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε.
Esdras 2.15
21 υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ.
Esdras 2.16
22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ.
Esdras 2.19
23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες.
Esdras 2.17
24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα.
Esdras 2.18
25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε.
Esdras 2.20
26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ.
Esdras 2.21-2.22
27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ.
Jérémie 11.21 Esaïe 10.30 Jérémie 1.1 Esdras 2.23
28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο.
Esdras 2.24
29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς.
Esdras 2.25 Josué 18.25 Josué 9.17 Juges 18.12
30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς.
Josué 18.24-18.25 Esdras 2.26
31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο.
Esdras 2.27 1 Samuel 13.23 1 Samuel 13.5 Esaïe 10.28
32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς.
Esdras 2.28 Josué 8.17 Josué 8.9
33 ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο.
Esdras 2.29
34 ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες.
Néhémie 7.12 Esdras 2.31
35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι.
Esdras 10.31 Esdras 2.32
36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε.
Esdras 2.34
37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς.
1 Chroniques 8.12 Néhémie 11.34-11.35 Néhémie 6.2 Esdras 2.33
38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα.
Esdras 2.35
39 οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς.
Esdras 2.36 1 Chroniques 24.7-24.19
40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο.
1 Chroniques 24.14 Esdras 2.37
41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά.
1 Chroniques 9.12 Esdras 10.22 Esdras 2.38 1 Chroniques 24.9
42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά.
1 Chroniques 24.8 Esdras 10.31 Esdras 2.39
43 οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες.
Esdras 2.40 Néhémie 3.9
44 οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ.
Esdras 2.41 1 Chroniques 25.2
45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ.
1 Chroniques 26.1-26.32 Esdras 2.42
46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ.
Lévitique 27.2-27.8 Esdras 2.43 1 Chroniques 9.2 Josué 9.23-9.27
47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων.
Esdras 2.44
48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι.
Esdras 2.45-2.46
49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ.
50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα.
51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση.
Esdras 2.49
52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ.
Esdras 2.50
53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ.
54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν.
Esdras 2.52
55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα.
Esdras 2.53
56 υἱοὶ Νισια υἱοὶ Ατιφα.
57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα.
Esdras 2.55 Néhémie 11.3
58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ.
Esdras 2.56
59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ.
Esdras 2.57
60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο.
Esdras 2.58
61 καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν.
Esdras 2.59
62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο.
Esdras 2.60
63 καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν.
Esdras 2.61-2.63 2 Samuel 19.31-19.33 1 Rois 2.7 2 Samuel 17.27
64 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας.
1 Chroniques 9.1 Lévitique 4.3 Néhémie 7.5 Matthieu 25.11-25.12 Matthieu 22.11-22.13
65 καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων.
Néhémie 8.9 Exode 28.30 Néhémie 10.1 Deutéronome 33.8 Esdras 2.63
66 καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα.
Esdras 2.64
67 πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε.
Jérémie 27.7 Esaïe 45.1-45.2 Esdras 2.65
68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε.
Esdras 2.66-2.67
69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
70 καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα.
Néhémie 8.9 2 Chroniques 4.11 1 Chroniques 29.3-29.9 Néhémie 7.65 1 Chroniques 28.17
71 καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας.
2 Corinthiens 8.12 Luc 21.1-21.4 Job 34.19
72 καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά.

Cette Bible est dans le domaine public.