Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 33     

Esaïe 33
Septante


1 οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται. Matthieu 7.2 Esaïe 21.2 Jérémie 25.12-25.14 Esaïe 24.16 Esaïe 10.12
2 κύριε ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. Esaïe 25.9 Esaïe 26.8 Esaïe 30.18-30.19 Exode 14.27 Esaïe 40.10
3 διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη. Esaïe 10.13-10.14 Esaïe 37.29-37.36 Esaïe 17.12-17.14 Esaïe 59.16-59.18 Esaïe 10.32-10.34
4 νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμῖν. 2 Rois 7.15-7.16 Joël 2.9 Esaïe 33.23 2 Chroniques 20.25 Joël 2.25
5 ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης. Esaïe 2.17 Daniel 4.37 Esaïe 57.15 Esaïe 2.11 Ephésiens 1.20-1.21
6 ἐν νόμῳ παραδοθήσονται ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης. Matthieu 6.33 Psaumes 112.1-112.3 Proverbes 24.3-24.7 Proverbes 14.27 Proverbes 15.16
7 ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην. Esaïe 36.22 2 Rois 18.18 Esaïe 36.3 2 Rois 18.37-19.3
8 ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τῶν ἐθνῶν καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. Juges 5.6 Esaïe 10.13-10.14 Esaïe 35.8 2 Rois 18.20-18.21 Lamentations 1.4
9 ἐπένθησεν ἡ γῆ ᾐσχύνθη ὁ Λίβανος ἕλη ἐγένετο ὁ Σαρων φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Esaïe 35.2 Nahum 1.4 Esaïe 65.10 Michée 7.14 Esaïe 24.19-24.20
10 νῦν ἀναστήσομαι λέγει κύριος νῦν δοξασθήσομαι νῦν ὑψωθήσομαι. Psaumes 12.5 Psaumes 7.6 Psaumes 102.13-102.18 Esaïe 30.17-30.18 Deutéronome 32.36-32.43
11 νῦν ὄψεσθε νῦν αἰσθηθήσεσθε ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν πῦρ ὑμᾶς κατέδεται. Esaïe 59.4 Psaumes 7.14 Jacques 1.15 Esaïe 10.7-10.14 Esaïe 37.23-37.29
12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη. Esaïe 27.4 2 Samuel 23.6-23.7 Esaïe 37.36 Esaïe 9.18 Amos 2.1
13 ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Psaumes 48.10 Esaïe 49.1 Ephésiens 2.11-2.18 Actes 2.5-2.11 Josué 2.9-2.11
14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβεῖς τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον. Hébreux 12.29 Esaïe 66.24 Deutéronome 5.24-5.25 Matthieu 18.8 Matthieu 25.41
15 πορευόμενος ἐν δικαιοσύνῃ λαλῶν εὐθεῖαν ὁδόν μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν. Psaumes 119.37 2 Pierre 2.14-2.16 1 Jean 3.7 Jérémie 40.15-40.16 1 Samuel 24.4-24.7
16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς ἄρτος αὐτῷ δοθήσεται καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Luc 12.29-12.31 Esaïe 32.18 Esaïe 49.10 Psaumes 111.5 Psaumes 91.14
17 βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν. Esaïe 6.5 Esaïe 37.1 2 Chroniques 32.23 Jean 17.24 Zacharie 9.17
18 ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον ποῦ εἰσιν οἱ γραμματικοί ποῦ εἰσιν οἱ συμβουλεύοντες ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους. 1 Corinthiens 1.20 2 Rois 18.14 Esaïe 10.16-10.19 Esaïe 17.14 Genèse 23.16
19 μικρὸν καὶ μέγαν λαόν ᾧ οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. Esaïe 28.11 Deutéronome 28.49-28.50 Jérémie 5.15 Ezéchiel 3.5-3.6 2 Rois 19.32
20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν. Psaumes 46.5 Esaïe 54.2 Esaïe 32.18 Psaumes 48.12-48.13 Psaumes 78.68-78.69
21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν τόπος ὑμῖν ἔσται ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι οὐ πορεύσῃ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. Psaumes 46.4-46.5 Esaïe 41.18 Esaïe 48.18 2 Corinthiens 4.4-4.6 Esaïe 66.12
22 ὁ γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμῶν κύριος ἄρχων ἡμῶν κύριος βασιλεὺς ἡμῶν κύριος οὗτος ἡμᾶς σώσει. Jacques 4.12 Esaïe 25.9 Psaumes 89.18 Esaïe 12.2 Zacharie 9.9
23 ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν. 2 Rois 7.8 Psaumes 68.12 1 Corinthiens 1.27 Esaïe 33.21 Esaïe 33.4
24 καὶ οὐ μὴ εἴπῃ κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Jérémie 50.20 Michée 7.18-7.19 1 Jean 1.7-1.9 Esaïe 58.8 Esaïe 44.22

Cette Bible est dans le domaine public.