Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 8     

Esaïe 8
Septante


1 καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ. Esaïe 30.8 Job 19.23-19.24 Esaïe 8.3 Apocalypse 21.17 Jérémie 36.32
2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου. 2 Rois 16.10-16.11 2 Rois 18.2 2 Corinthiens 13.1 2 Rois 16.15-16.16 Ruth 4.10-4.11
3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον. Juges 4.4 2 Rois 22.14 Osée 1.3-1.9 Esaïe 7.13-7.14
4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Romains 9.11 Jonas 4.11 Esaïe 10.6-10.14 Esaïe 7.8-7.9 2 Rois 17.3
5 καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι. Esaïe 7.10
6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ’ ὑμῶν. Jean 9.7 Néhémie 3.15 Jérémie 2.18 Esaïe 7.6 1 Rois 7.16
7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν. Esaïe 17.12-17.13 Amos 9.5 Esaïe 7.17 Genèse 6.17 Esaïe 7.20
8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός. Esaïe 7.14 Esaïe 30.28 Esaïe 10.28-10.32 Esaïe 29.1-29.9 Matthieu 1.23
9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε. Esaïe 17.12-17.13 Esaïe 14.5-14.6 1 Rois 20.11 Esaïe 7.1-7.2 Proverbes 11.21
10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ’ ἡμῶν κύριος ὁ θεός. Romains 8.31 Job 5.12 Proverbes 21.30 Psaumes 46.7 2 Chroniques 13.12
11 οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες. Ezéchiel 3.14 Actes 4.20 Psaumes 32.8 Jérémie 20.7 Jérémie 20.9
12 μήποτε εἴπητε σκληρόν πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε. 1 Pierre 3.14-3.15 Luc 21.9 2 Rois 16.5-16.7 Esaïe 30.1 Luc 12.4-12.5
13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος. Psaumes 76.7 Apocalypse 15.4 Nombres 27.14 Matthieu 10.28 Lévitique 10.3
14 καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ. 1 Pierre 2.8 Luc 2.34 Romains 9.32-9.33 Ezéchiel 11.16 Esaïe 28.16
15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Matthieu 21.44 Esaïe 28.13 1 Corinthiens 1.23 Jean 6.66 Luc 20.17-20.18
16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Daniel 12.4 1 Corinthiens 2.14 Hébreux 3.5 Daniel 9.24 Marc 4.10-4.11
17 καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. Esaïe 54.8 Habakuk 2.3 Genèse 49.18 Esaïe 59.2 Psaumes 33.20
18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων. Luc 2.34 Hébreux 2.13-2.14 Esaïe 7.3 Psaumes 9.11 Zacharie 8.3
19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς. Esaïe 19.3 1 Samuel 28.8 2 Chroniques 33.6 Esaïe 29.4 Lévitique 20.6
20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ. 2 Pierre 1.19 Michée 3.6 Esaïe 30.8-30.11 Jean 5.46-5.47 Malachie 4.2
21 καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω. Esaïe 9.20 Exode 22.28 Jérémie 52.6 Apocalypse 9.20-9.21 Esaïe 8.7-8.8
22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν. Esaïe 5.30 Sophonie 1.14-1.15 Jérémie 13.16 Luc 21.25-21.26 Jérémie 30.6-30.7
23 καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ τοῦτο πρῶτον ποίει ταχὺ ποίει χώρα Ζαβουλων ἡ γῆ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου Γαλιλαία τῶν ἐθνῶν τὰ μέρη τῆς Ιουδαίας.

Cette Bible est dans le domaine public.