Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 15.10     

Deutéronome 15.10
Septante


L’année de relâche

1 δι’ ἑπτὰ ἐτῶν ποιήσεις ἄφεσιν.
Deutéronome 31.10 Exode 23.10-23.11 Lévitique 25.2-25.4 Jérémie 36.8-36.18 Exode 21.2
2 καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου.
Néhémie 5.7-5.11 Esaïe 58.3 Amos 8.4-8.6 Luc 6.34-6.38 Luc 7.42
3 τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐὰν ᾖ σοι παρ’ αὐτῷ τοῦ ἀδελφοῦ σου ἄφεσιν ποιήσεις τοῦ χρέους σου.
Deutéronome 23.20 Galates 6.10 1 Corinthiens 6.6-6.7 Matthieu 17.25-17.26 Exode 22.25
4 ὅτι οὐκ ἔσται ἐν σοὶ ἐνδεής ὅτι εὐλογῶν εὐλογήσει σε κύριος ὁ θεός σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ κατακληρονομῆσαι αὐτήν.
Esaïe 58.10-58.11 Proverbes 11.24-11.25 Deutéronome 14.29 Deutéronome 28.1-28.8 Deutéronome 28.11
5 ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Philippiens 1.27 Josué 1.7 Deutéronome 11.13-11.15 Psaumes 19.11 Deutéronome 4.9
6 ὅτι κύριος ὁ θεός σου εὐλόγησέν σε ὃν τρόπον ἐλάλησέν σοι καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν.
Deutéronome 28.12-28.13 Deutéronome 28.44 1 Rois 4.24 Esdras 4.20 Proverbes 22.7
7 ἐὰν δὲ γένηται ἐν σοὶ ἐνδεὴς τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι οὐκ ἀποστέρξεις τὴν καρδίαν σου οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου.
Proverbes 21.13 Jacques 2.15-2.16 Deutéronome 15.9 1 Jean 3.16-3.17 Matthieu 18.30
8 ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου αὐτῷ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καθ’ ὅσον ἐνδεεῖται.
Luc 6.34 Matthieu 5.42
9 πρόσεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα λέγων ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον ἔτος τῆς ἀφέσεως καὶ πονηρεύσηται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ σου τῷ ἐπιδεομένῳ καὶ οὐ δώσεις αὐτῷ καὶ βοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία μεγάλη.
Deutéronome 24.15 Matthieu 20.15 Proverbes 23.6 Jacques 5.4 Proverbes 28.22
10 διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανιεῖς αὐτῷ ὅσον ἐπιδέεται καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ ὅτι διὰ τὸ ῥῆμα τοῦτο εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.
Deutéronome 14.29 Deutéronome 24.19 Proverbes 22.9 1 Pierre 4.11 Psaumes 41.1-41.2
11 οὐ γὰρ μὴ ἐκλίπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο λέγων ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου τῷ πένητι καὶ τῷ ἐπιδεομένῳ τῷ ἐπὶ τῆς γῆς σου.
Marc 14.7 Matthieu 26.11 Jean 12.8 Deutéronome 15.8 2 Corinthiens 8.2-8.9
12 ἐὰν δὲ πραθῇ σοι ὁ ἀδελφός σου ὁ Εβραῖος ἢ ἡ Εβραία δουλεύσει σοι ἓξ ἔτη καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ.
Jérémie 34.14 Lévitique 25.39-25.41 Exode 21.2-21.6 Deutéronome 15.1 Jean 8.35-8.36
13 ὅταν δὲ ἐξαποστέλλῃς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ οὐκ ἐξαποστελεῖς αὐτὸν κενόν.
Proverbes 3.27-3.28 Genèse 31.42 Jérémie 22.13 Exode 3.21 Malachie 3.5
14 ἐφόδιον ἐφοδιάσεις αὐτὸν ἀπὸ τῶν προβάτων σου καὶ ἀπὸ τοῦ σίτου σου καὶ ἀπὸ τῆς ληνοῦ σου καθὰ εὐλόγησέν σε κύριος ὁ θεός σου δώσεις αὐτῷ.
Proverbes 10.22 Psaumes 68.10 Néhémie 8.10 1 Corinthiens 16.2 Actes 20.35
15 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτου καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο.
Deutéronome 16.12 Matthieu 6.14-6.15 Ephésiens 1.7 Ephésiens 2.12 1 Jean 3.16
16 ἐὰν δὲ λέγῃ πρὸς σέ οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ ὅτι ἠγάπηκέν σε καὶ τὴν οἰκίαν σου ὅτι εὖ αὐτῷ ἐστιν παρὰ σοί.
Exode 21.5-21.6 Psaumes 40.6 Psaumes 40.8
17 καὶ λήμψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ ὠτίον αὐτοῦ πρὸς τὴν θύραν καὶ ἔσται σοι οἰκέτης εἰς τὸν αἰῶνα καὶ τὴν παιδίσκην σου ποιήσεις ὡσαύτως.
Lévitique 25.39-25.42 1 Samuel 1.22
18 οὐ σκληρὸν ἔσται ἐναντίον σου ἐξαποστελλομένων αὐτῶν ἐλευθέρων ἀπὸ σοῦ ὅτι ἐφέτιον μισθὸν τοῦ μισθωτοῦ ἐδούλευσέν σοι ἓξ ἔτη καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πᾶσιν οἷς ἐὰν ποιῇς.
Luc 17.7-17.8 Esaïe 16.14 Esaïe 21.16

Les premiers-nés des animaux

19 πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσίν σου καὶ ἐν τοῖς προβάτοις σου τὰ ἀρσενικά ἁγιάσεις κυρίῳ τῷ θεῷ σου οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου καὶ οὐ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου.
Exode 13.2 Exode 13.12 Deutéronome 12.17 Nombres 18.17 Nombres 18.15
20 ἔναντι κυρίου φάγῃ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου σὺ καὶ ὁ οἶκός σου.
Deutéronome 14.23 Deutéronome 12.5-12.7 Deutéronome 12.17
21 ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου.
Deutéronome 17.1 Lévitique 22.19-22.25 Malachie 1.7-1.8
22 ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον.
Deutéronome 12.21-12.22 Deutéronome 12.15-12.16
23 πλὴν τὸ αἷμα οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖς αὐτὸ ὡς ὕδωρ.
Deutéronome 12.16 Deutéronome 12.23 Lévitique 7.26 Ezéchiel 33.25 1 Samuel 14.32

Cette Bible est dans le domaine public.