Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 49.10     

Esaïe 49.10
Septante


Le Sauveur d’Israël et des nations

1 ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου.
Jérémie 1.5 Esaïe 44.2 Galates 1.15 Luc 1.15 Luc 1.31
2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.
Esaïe 11.4 Apocalypse 1.16 Hébreux 4.12 Esaïe 51.16 Apocalypse 2.12
3 καὶ εἶπέν μοι δοῦλός μου εἶ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι.
Esaïe 44.23 Zacharie 3.8 1 Pierre 2.9 Esaïe 42.1 Esaïe 52.13
4 καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.
Esaïe 53.10-53.12 Esaïe 65.23 Matthieu 23.37 Philippiens 2.9-2.10 2 Corinthiens 2.15
5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ ὁ θεός μου ἔσται μου ἰσχύς.
1 Pierre 3.22 Matthieu 17.5 Matthieu 28.18 Esaïe 50.4 Matthieu 15.24
6 καὶ εἶπέν μοι μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Actes 13.47 Luc 2.32 Esaïe 42.6 Luc 24.46-24.47 Psaumes 98.2-98.3
7 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε.
Matthieu 26.67 1 Pierre 2.4 Esaïe 53.3 Psaumes 22.6-22.8 Esaïe 52.15
8 οὕτως λέγει κύριος καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου.
2 Corinthiens 6.2 Esaïe 42.6 Psaumes 69.13 Esaïe 61.4 Ephésiens 1.6
9 λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν.
Esaïe 42.7 Esaïe 61.1 Esaïe 42.16 Esaïe 41.18 Luc 4.18
10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς.
Apocalypse 7.16-7.17 Esaïe 54.10 Jérémie 31.9 Psaumes 23.2-23.4 Ezéchiel 34.23
11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
Esaïe 11.16 Esaïe 62.10 Esaïe 43.19 Esaïe 40.3-40.4 Psaumes 107.4
12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
Esaïe 43.5-43.6 Luc 13.29 Zacharie 8.20-8.23 Esaïe 66.19-66.20 Apocalypse 11.15
13 εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γῆ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
Esaïe 44.23 Esaïe 51.3 Psaumes 96.11-96.13 Esaïe 42.10-42.11 Esaïe 66.13-66.14
14 εἶπεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ ὁ κύριος ἐπελάθετό μου.
Esaïe 40.27 Romains 11.1-11.5 Psaumes 31.22 Lamentations 5.20 Psaumes 89.38-89.46
15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου εἶπεν κύριος.
Esaïe 44.21 Osée 11.1 Lamentations 4.3 Lamentations 4.10 Matthieu 7.11
16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός.
Exode 13.9 Psaumes 48.12-48.13 Esaïe 60.18 Apocalypse 21.10-21.21 Esaïe 26.1
17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὧν καθῃρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
Esaïe 51.13 Esaïe 51.22-51.23 Esaïe 62.5 Néhémie 2.4-2.9 Néhémie 2.17
18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζῶ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
Esaïe 54.9 Esaïe 54.1-54.3 Esaïe 54.7 Esaïe 61.10 Esaïe 49.12
19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
Zacharie 10.10 Osée 1.10-1.11 Esaïe 54.1-54.2 Esaïe 49.25-49.26 Esaïe 51.3
20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω.
Esaïe 51.3 Josué 17.14-17.16 Matthieu 3.9 Esaïe 60.4 2 Rois 6.1
21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὗτοι δέ μοι ποῦ ἦσαν.
Romains 11.26-11.31 Esaïe 5.13 Esaïe 52.2 Matthieu 24.29-24.30 Jérémie 31.15-31.17
22 οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν.
Psaumes 72.17 Esaïe 42.1-42.4 Esaïe 49.12 Esaïe 66.20 Esaïe 2.2-2.3
23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ.
Esaïe 60.16 Michée 7.17 Esaïe 60.14 Esaïe 60.3 Esaïe 45.14
24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως σωθήσεται.
Matthieu 12.29 Ezéchiel 37.11 Jérémie 25.6-25.9 Esaïe 42.22 Psaumes 126.1-126.3
25 οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα λήμψεται σκῦλα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι.
Esaïe 35.4 Jérémie 50.33-50.34 Esaïe 54.15-54.17 Esaïe 41.11-41.12 Romains 8.31-8.39
26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.
Esaïe 9.20 Ezéchiel 39.7 Apocalypse 16.6 Apocalypse 14.20 Esaïe 45.6

Cette Bible est dans le domaine public.