Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Deutéronome 9.14     

Deutéronome 9.14
Septante


1 ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ.Deutéronome 4.38 Deutéronome 11.23 Deutéronome 1.28 Deutéronome 11.31 Josué 1.11
2 λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ.Nombres 13.22 Deutéronome 2.11-2.12 Daniel 11.16 Nombres 13.33 Daniel 8.4
3 καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος.Deutéronome 4.24 Josué 3.11 Exode 23.29-23.31 Deutéronome 20.4 Hébreux 12.29
4 μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου.Deutéronome 8.17 Deutéronome 12.31 Deutéronome 7.7-7.8 Romains 11.6 2 Timothée 1.9
5 οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ.Tite 3.5 Genèse 15.7 Genèse 13.15 Genèse 17.8 Genèse 12.7
6 καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι ὅτι λαὸς σκληροτράχηλος εἶ.Deutéronome 9.13 Deutéronome 10.16 Deutéronome 31.27 Exode 32.9 Exode 34.9
7 μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον.Exode 14.11 Exode 17.2 Nombres 21.5 Nombres 11.4 Nombres 25.2
8 καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς.Exode 32.7-32.10 Exode 32.16 Psaumes 106.19-106.22
9 ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον.Exode 34.28 Exode 24.18 Exode 24.12 Exode 24.15 1 Rois 19.8
10 καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας.Exode 31.18 Deutéronome 18.16 Deutéronome 10.4 2 Corinthiens 3.3 Exode 20.1-20.18
11 καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης.Deutéronome 9.9 Nombres 10.33 Hébreux 8.6-8.10 Hébreux 9.4
12 καὶ εἶπεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς χώνευμα.Exode 32.7-32.8 Juges 2.17 Deutéronome 31.29 Genèse 6.11-6.12 Galates 1.6
13 καὶ εἶπεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν τοῦτον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν.Deutéronome 9.6 Deutéronome 10.16 2 Rois 17.14 Deutéronome 31.27 Malachie 3.5
14 ἔασόν με ἐξολεθρεῦσαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο.Deutéronome 29.20 Psaumes 9.5 Psaumes 109.13 Exode 32.10-32.13 Jérémie 15.1
15 καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.Exode 19.18 Deutéronome 4.11 Deutéronome 5.23 Exode 32.14-32.35 Exode 9.23
16 καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν κύριος.Exode 32.19 Actes 7.40-7.41
17 καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν. 18 καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν.Exode 34.28 Deutéronome 9.9 Psaumes 106.23 2 Samuel 12.16 Deutéronome 10.10
19 καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.Deutéronome 10.10 Exode 32.14 Exode 32.10-32.11 Exode 33.17 Jacques 5.16-5.17
20 καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρεῦσαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τῷ καιρῷ ἐκείνῳ.Exode 32.21 Exode 32.35 Exode 32.2-32.5 Hébreux 7.26-7.28
21 καὶ τὴν ἁμαρτίαν ὑμῶν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὗ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.Exode 32.20 Osée 8.11 Esaïe 2.18-2.21 Esaïe 30.22 Esaïe 31.7
22 καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν.Nombres 11.34 Exode 17.7 Nombres 11.1-11.5
23 καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ.Psaumes 106.24-106.25 Esaïe 63.10 Hébreux 4.2 Psaumes 78.22 Hébreux 3.18-3.19
24 ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν.Deutéronome 31.27 Actes 7.51 Deutéronome 9.6-9.7
25 καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς.Deutéronome 9.18 Deutéronome 9.16
26 καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα κύριε κύριε βασιλεῦ τῶν θεῶν μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.Exode 32.11-32.13 Jérémie 14.21 Exode 34.9 Deutéronome 21.8 2 Samuel 7.23
27 μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν.Esaïe 43.24-43.25 Exode 3.6 Exode 6.3-6.8 Exode 3.16 1 Samuel 25.25
28 μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ.Nombres 14.16 Exode 32.12
29 καὶ οὗτοι λαός σου καὶ κλῆρός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.Deutéronome 4.20 Néhémie 1.10 Deutéronome 9.26 Deutéronome 4.34 Psaumes 95.7

Cette Bible est dans le domaine public.