Jésus, le bon berger
1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·
1 Jean 4.1 Jean 10.8-10.10 Romains 16.18 Hébreux 5.4 Matthieu 7.15
2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων.
Actes 20.28 Jean 10.14 Jean 10.7 Psaumes 23.1 Jean 10.9
3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά.
Jean 10.16 Jean 10.4 Jean 10.14 Exode 33.17 Jean 10.26-10.27
4 ⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·
Jean 10.16 Cantique 2.8 Ephésiens 5.1 1 Corinthiens 11.1 Jean 18.37
5 ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
1 Jean 4.5-4.6 Colossiens 2.6-2.10 1 Rois 22.7 Apocalypse 2.2 1 Jean 2.19
6 ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ⸀ἦν ἃ ἐλάλει αὐτοῖς.
Daniel 12.10 Esaïe 56.11 Proverbes 28.5 Psaumes 82.5 Matthieu 13.13-13.14
7 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
Jean 14.6 Jean 10.9 Ephésiens 2.18 Jean 10.1 Hébreux 10.19-10.22
8 πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ⸃ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
Ezéchiel 34.2 Ezéchiel 22.25-22.28 Jean 10.1 Zacharie 11.16 Sophonie 3.3
9 ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Jean 14.6 Ephésiens 2.18 Jean 10.1 Ezéchiel 34.12-34.16 Zacharie 10.12
10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
Luc 19.10 Jean 6.51 Jean 12.47 Jean 3.17 Jean 6.33
11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
Esaïe 40.11 Jean 15.13 Ezéchiel 34.23 1 Pierre 5.4 Hébreux 13.20
12 ὁ ⸀μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει—
2 Pierre 2.3 Ezéchiel 34.2-34.6 Zacharie 11.16-11.17 Esaïe 56.10-56.12 1 Timothée 3.8
13 ⸀ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
Actes 18.17 Jean 12.6 Philippiens 2.20
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά⸃,
Jean 10.27 2 Timothée 2.19 Psaumes 1.6 1 Jean 5.20 Esaïe 53.11
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Jean 10.11 Matthieu 11.27 1 Pierre 3.18 Jean 15.13 Ephésiens 5.2
16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με⸃ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται μία ποίμνη, εἷς ποιμήν.
1 Pierre 2.25 Esaïe 56.8 Ezéchiel 34.23 Jean 11.52 Ephésiens 2.13-2.18
17 διὰ τοῦτό ⸂με ὁ πατὴρ⸃ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
Jean 10.11 Hébreux 2.9 Jean 10.18 Esaïe 53.7-53.12 Jean 10.15
18 οὐδεὶς ⸀αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Jean 15.10 Hébreux 2.9 Jean 10.17 Jean 14.31 Hébreux 5.6-5.9
19 ⸀Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
Jean 9.16 Matthieu 10.34-10.35 Actes 23.7-23.10 Luc 12.51-12.53 1 Corinthiens 3.3
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
Jean 7.20 Marc 3.21 Actes 26.30-26.32 Jean 9.28-9.29 Esaïe 53.8
21 ⸀ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι;
Exode 4.11 Psaumes 146.8 Jean 9.32-9.33 Psaumes 94.9 Exode 8.19
22 Ἐγένετο ⸀τότε τὰ ἐγκαίνια ἐν ⸀τοῖς Ἱεροσολύμοις· ⸀χειμὼν ἦν,
23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ Σολομῶνος.
Actes 3.11 Actes 5.12
24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
Luc 22.67-22.70 Matthieu 11.3 Jean 1.19 Luc 3.15 2 Corinthiens 3.12
25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
Jean 10.38 Jean 8.58 Jean 5.17-5.43 Jean 8.12 Jean 20.30
26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ⸃ ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν.
Jean 8.47 Jean 10.4 1 Jean 4.6 Romains 11.7-11.8 2 Corinthiens 4.3-4.4
27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι,
Jean 10.14 Jean 10.16 Apocalypse 3.20 Jean 10.3-10.4 Galates 4.9
28 κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον⸃, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
Jean 6.39-6.40 Jean 6.37 Hébreux 7.25 Jean 5.24 Jean 18.9
29 ὁ πατήρ μου ⸀ὃ δέδωκέν ⸀μοι ⸂πάντων μεῖζων⸃ ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός.
Jean 14.28 Jean 6.37 Jean 17.2 Exode 18.11 Jean 17.6
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
Matthieu 28.19 Tite 2.13 1 Timothée 3.16 Jean 14.9 Jean 1.1-1.2
31 Ἐβάστασαν ⸀οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
Jean 8.59 Actes 7.52 Jean 5.18 Matthieu 21.35 Jean 11.8
32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν⸃ ἐκ τοῦ ⸀πατρός· διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε⸃;Jean 5.36 1 Jean 3.12 Psaumes 109.4-109.5 Jean 10.25 1 Samuel 19.4-19.6
33 ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
Jean 5.18 Lévitique 24.16 Jean 10.30 1 Rois 21.10 Philippiens 2.6
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε;
Psaumes 82.6-82.7 Psaumes 138.1 Psaumes 82.1 Exode 7.1 Jean 15.25
35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
2 Chroniques 11.2-11.3 Deutéronome 18.15 1 Samuel 28.6 Actes 1.16 Luc 24.44-24.46
36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;
Jean 3.17 Jérémie 1.5 Jean 5.17-5.18 Jean 19.7 Jean 6.27
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
Jean 15.24 Jean 10.25 Jean 5.31 Jean 14.10 Matthieu 11.20-11.24
38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε, ἵνα γνῶτε καὶ ⸀γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί⸃.
Jean 14.20 Jean 17.21-17.23 Jean 5.36 Jean 14.9-14.11 Actes 2.22
39 ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν⸃ πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
Jean 7.30 Jean 8.59 Jean 7.44 Luc 4.29-4.30 Jean 10.31
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
Jean 1.28 Jean 3.26 Jean 11.54 Jean 7.1
41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.
Jean 1.29-1.30 Jean 1.33-1.34 Jean 3.26-3.36 Matthieu 14.2 Jean 1.27
42 καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ⸃.
Jean 7.31 Jean 11.45 Jean 4.41 Jean 2.23 Jean 4.39