Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 1 Chroniques 21.9     

1 Chroniques 21.9
Septante


Dénombrement et peste

1 καὶ ἔστη διάβολος ἐν τῷ Ισραηλ καὶ ἐπέσεισεν τὸν Δαυιδ τοῦ ἀριθμῆσαι τὸν Ισραηλ.
Job 2.4-2.6 Zacharie 3.1 Job 2.1 Job 1.6-1.12 Luc 22.31
2 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
1 Chroniques 27.23-27.24 2 Samuel 24.15 Proverbes 29.23 2 Samuel 24.2-24.4 2 Chroniques 30.5
3 καὶ εἶπεν Ιωαβ προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες πάντες τῷ κυρίῳ μου παῖδες ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ.
Genèse 20.9 Esaïe 48.19 Esaïe 26.15 Deutéronome 1.11 1 Rois 14.16
4 τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ.
Exode 1.17 Ecclésiaste 8.4 Actes 5.29 2 Samuel 24.3-24.8 Daniel 3.18
5 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
2 Samuel 24.9 1 Chroniques 27.23
6 καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ.
Nombres 1.47-1.49 1 Chroniques 27.24 2 Samuel 11.15-11.21 2 Samuel 3.27 2 Samuel 20.9-20.10
7 καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου καὶ ἐπάταξεν τὸν Ισραηλ.
Josué 22.16-22.26 2 Samuel 21.14 Josué 7.13 1 Rois 15.5 Josué 7.5
8 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου ὅτι ἐματαιώθην σφόδρα.
2 Samuel 12.13 1 Samuel 26.21 1 Samuel 13.13 2 Chroniques 10.9 2 Samuel 13.13
9 καὶ ἐλάλησεν κύριος πρὸς Γαδ ὁρῶντα Δαυιδ λέγων.
1 Samuel 9.9 1 Chroniques 29.29 2 Samuel 24.11
10 πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων οὕτως λέγει κύριος τρία αἴρω ἐγὼ ἐπὶ σέ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
Apocalypse 3.19 1 Rois 13.21-13.22 Proverbes 3.12 Proverbes 1.29-1.31 2 Samuel 12.10-12.12
11 καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ καὶ εἶπεν αὐτῷ οὕτως λέγει κύριος ἔκλεξαι σεαυτῷ.
Proverbes 19.20
12 ἢ τρία ἔτη λιμοῦ ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.
Psaumes 91.6 Luc 4.25 Deutéronome 28.22 Apocalypse 7.1-7.3 Jérémie 12.12
13 καὶ εἶπεν Δαυιδ πρὸς Γαδ στενά μοι καὶ τὰ τρία σφόδρα ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
Psaumes 130.7 Psaumes 86.15 Psaumes 51.1-51.2 Psaumes 86.5 Jean 12.27
14 καὶ ἔδωκεν κύριος θάνατον ἐν Ισραηλ καὶ ἔπεσον ἐξ Ισραηλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
1 Samuel 6.19 2 Samuel 24.15 Nombres 16.46-16.49 Exode 12.30 2 Rois 19.35
15 καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
Exode 32.14 Genèse 6.6 2 Samuel 24.16 Exode 9.28 Marc 14.41
16 καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
Nombres 14.5 1 Rois 21.27 Nombres 22.31 Genèse 3.24 Nombres 16.22
17 καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ καὶ ἐγώ εἰμι ὁ ἁμαρτών κακοποιῶν ἐκακοποίησα καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν κύριε ὁ θεός γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν κύριε.
Psaumes 74.1 2 Samuel 7.8 Psaumes 44.11 2 Samuel 12.10 Romains 9.3
18 καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.
2 Chroniques 3.1 Actes 8.26-8.40 1 Chroniques 21.15 2 Samuel 24.18 1 Chroniques 21.11
19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ ὃν ἐλάλησεν ἐν ὀνόματι κυρίου.
Jean 2.5 Actes 9.6 2 Rois 5.10-5.14
20 καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ μεθαχαβιν καὶ Ορνα ἦν ἀλοῶν πυρούς.
Juges 6.11
21 καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
2 Samuel 24.18-24.20 1 Samuel 25.23
22 καὶ εἶπεν Δαυιδ πρὸς Ορνα δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ’ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
2 Samuel 24.21 Nombres 25.8 Nombres 16.48 1 Rois 21.2
23 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα.
1 Samuel 6.14 Genèse 23.4-23.6 2 Samuel 24.22-24.23 1 Rois 19.21 Esaïe 28.27-28.28
24 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ.
Deutéronome 16.16-16.17 Genèse 23.13 Malachie 1.12-1.14 Romains 12.17 Genèse 14.23
25 καὶ ἔδωκεν Δαυιδ τῷ Ορνα ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
2 Samuel 24.24-24.25
26 καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.
Lévitique 9.24 Juges 6.21 Psaumes 51.15 1 Rois 18.24 2 Chroniques 7.1
27 καὶ εἶπεν κύριος πρὸς τὸν ἄγγελον καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν.
2 Samuel 24.16 Hébreux 1.14 Psaumes 103.20 1 Chroniques 21.15-21.16 Ezéchiel 21.30
28 ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ.
29 καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων.
1 Chroniques 16.39 2 Chroniques 1.3 Exode 40.1-40.38 1 Rois 3.4-3.15 2 Chroniques 1.13
30 καὶ οὐκ ἠδύνατο Δαυιδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν ὅτι κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου κυρίου.
Hébreux 12.28-12.29 Psaumes 90.11 Deutéronome 10.12 Job 23.15 1 Chroniques 21.16

Cette Bible est dans le domaine public.