Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 7.13     

Esaïe 7.13
Septante


Guerre contre Juda

1 καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαθαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.
2 Rois 15.37 2 Rois 16.1 Psaumes 83.3-83.5 Esaïe 8.9-8.10 2 Rois 15.25
2 καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυιδ λέγοντες συνεφώνησεν Αραμ πρὸς τὸν Εφραιμ καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ.
Esaïe 7.13 Esaïe 8.12 Esaïe 9.9 Ezéchiel 37.16-37.19 Lévitique 26.36-26.37
3 καὶ εἶπεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως.
Esaïe 36.2 2 Rois 18.17 Romains 9.27 Esaïe 6.13 Jérémie 22.1
4 καὶ ἐρεῖς αὐτῷ φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται πάλιν ἰάσομαι.
Esaïe 30.15 Deutéronome 20.3 Amos 4.11 Esaïe 35.4 1 Samuel 17.32
5 καὶ ὁ υἱὸς τοῦ Αραμ καὶ ὁ υἱὸς τοῦ Ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες.
Zacharie 1.15 Psaumes 2.2 Psaumes 83.3-83.4 Nahum 1.11
6 ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ.
7 τάδε λέγει κύριος σαβαωθ οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται.
Esaïe 8.10 Actes 4.25-4.28 Esaïe 46.10-46.11 Daniel 4.35 Psaumes 2.4-2.6
8 ἀλλ’ ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ.
Esaïe 17.1-17.3 Genèse 14.15 2 Rois 17.5-17.23 2 Samuel 8.6 Esaïe 8.4
9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων καὶ ἡ κεφαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου καὶ ἐὰν μὴ πιστεύσητε οὐδὲ μὴ συνῆτε.
2 Chroniques 20.20 Esaïe 8.6-8.8 Actes 27.25 Romains 11.20 1 Jean 5.10

Annonce de la naissance d’Emmanuel

10 καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων.
Esaïe 10.20 Esaïe 1.5 Esaïe 1.13 Esaïe 8.5 Osée 13.2
11 αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
Esaïe 38.7-38.8 Esaïe 37.30 Esaïe 38.22 Jérémie 51.63-51.64 Juges 6.36-6.40
12 καὶ εἶπεν Αχαζ οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω κύριον.
Ezéchiel 33.31 Malachie 3.15 Deutéronome 6.16 2 Chroniques 28.22 Actes 5.9
13 καὶ εἶπεν ἀκούσατε δή οἶκος Δαυιδ μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα.
Esaïe 43.24 Esaïe 7.2 Esaïe 65.3-65.5 Malachie 2.17 Ezéchiel 16.20
14 διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ.
Matthieu 1.23 Esaïe 9.6 Luc 1.31 Jean 1.14 Esaïe 8.8
15 βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν.
Esaïe 7.22 Psaumes 51.5 Philippiens 1.9-1.10 Romains 12.9 Luc 2.40
16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.
Esaïe 8.4 Deutéronome 1.39 Osée 5.9 Esaïe 17.1-17.3 2 Rois 15.29-15.30

Jugement d’Israël

17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
Esaïe 8.7-8.8 Esaïe 10.5-10.6 1 Rois 12.16-12.19 2 Chroniques 32.1-32.33 Esaïe 36.1-36.22
18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.
Esaïe 5.26 Josué 24.12 Exode 8.24 Exode 8.21 2 Rois 23.33-23.34
19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.
Esaïe 2.19 Jérémie 16.16 2 Chroniques 33.11 Esaïe 2.21 Michée 7.17
20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.
Esaïe 8.7 Ezéchiel 5.1-5.4 Esaïe 10.15 Esaïe 1.5 Ezéchiel 29.20
21 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα.
Jérémie 39.10 Esaïe 5.17 Esaïe 7.25 Esaïe 17.2 Esaïe 37.30
22 καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.
Esaïe 7.15 2 Samuel 17.29 Matthieu 3.4
23 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν.
Esaïe 5.6 Matthieu 21.33 Jérémie 4.26 Cantique 8.11-8.12 Hébreux 6.8
24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.
Genèse 27.3
25 καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός.
Esaïe 7.21-7.22 Esaïe 5.17 Esaïe 13.20-13.22 Esaïe 17.2 Sophonie 2.6

Cette Bible est dans le domaine public.