Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / 2 Samuel 3.31     

2 Samuel 3.31
Septante


1 καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ ὁ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο καὶ ὁ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσθένει.1 Rois 14.30 2 Samuel 2.17 Galates 5.17 Job 17.9 1 Rois 15.32
2 καὶ ἐτέχθησαν τῷ Δαυιδ υἱοὶ ἐν Χεβρων καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Αμνων τῆς Αχινοομ τῆς Ιεζραηλίτιδος.1 Chroniques 3.1-3.4 1 Samuel 25.42-25.43 2 Samuel 13.1-13.29 Genèse 49.3-49.4
3 καὶ ὁ δεύτερος αὐτοῦ Δαλουια τῆς Αβιγαιας τῆς Καρμηλίας καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ.1 Samuel 27.8 1 Samuel 25.42 2 Samuel 13.37-13.38 Josué 13.13 2 Samuel 14.24-15.18
4 καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιθ καὶ ὁ πέμπτος Σαβατια τῆς Αβιταλ.1 Rois 1.5-1.18 1 Rois 2.13-2.25
5 καὶ ὁ ἕκτος Ιεθερααμ τῆς Αιγλα γυναικὸς Δαυιδ οὗτοι ἐτέχθησαν τῷ Δαυιδ ἐν Χεβρων. 6 καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἶκου Σαουλ.2 Samuel 2.8-2.9 Esaïe 8.9-8.10 2 Chroniques 25.8 Matthieu 12.30 Joël 3.9-3.13
7 καὶ τῷ Σαουλ παλλακὴ Ρεσφα θυγάτηρ Ιαλ καὶ εἶπεν Μεμφιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου.2 Samuel 21.8-21.11 2 Samuel 16.21-16.22 1 Rois 2.17 1 Rois 2.21-2.22 2 Samuel 12.8
8 καὶ ἐθυμώθη σφόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμφιβοσθε καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον.2 Samuel 9.8 2 Samuel 16.9 Marc 6.18-6.19 2 Samuel 3.9 Psaumes 2.1-2.4
9 τάδε ποιήσαι ὁ θεὸς τῷ Αβεννηρ καὶ τάδε προσθείη αὐτῷ ὅτι καθὼς ὤμοσεν κύριος τῷ Δαυιδ ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ.1 Samuel 15.28 1 Rois 19.2 2 Samuel 3.35 1 Chroniques 12.23 Ruth 1.17
10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε.Juges 20.1 1 Rois 4.25 2 Samuel 24.2 1 Samuel 3.20 2 Samuel 17.11
11 καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβοσθε ἀποκριθῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. 12 καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ οὗ ἦν παραχρῆμα λέγων διάθου διαθήκην σου μετ’ ἐμοῦ καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ισραηλ.Matthieu 21.8-21.10 1 Chroniques 11.1-11.3 2 Samuel 3.21 2 Samuel 3.27 2 Samuel 19.14
13 καὶ εἶπεν Δαυιδ ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπόν μου ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.Genèse 43.3 Genèse 44.26 Genèse 44.23 2 Samuel 3.20-3.23 1 Samuel 19.11-19.17
14 καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων.1 Samuel 18.27 1 Samuel 18.25 2 Samuel 2.10
15 καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιηλ υἱοῦ Σελλης.1 Samuel 25.44
16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ’ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ πορεύου ἀνάστρεφε καὶ ἀνέστρεψεν.2 Samuel 16.5 2 Samuel 19.16 2 Samuel 17.18 1 Rois 2.8 Proverbes 9.17-9.18
17 καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐφ’ ὑμῶν. 18 καὶ νῦν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.1 Samuel 15.28 2 Samuel 3.9 Psaumes 132.17-132.18 1 Samuel 16.1 1 Samuel 9.16
19 καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμιν.1 Chroniques 12.29 1 Samuel 10.20-10.21 Psaumes 68.27
20 καὶ ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ’ αὐτοῦ εἴκοσι ἄνδρες καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ πότον.Genèse 26.30 Genèse 31.54 Esther 1.3
21 καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνῃ.2 Samuel 3.12 1 Rois 11.37 2 Samuel 3.10 2 Samuel 2.9 Philippiens 2.21
22 καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ’ αὐτῶν καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. 23 καὶ Ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. 24 καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν τί τοῦτο ἐποίησας ἰδοὺ ἦλθεν Αβεννηρ πρὸς σέ καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ.Jean 18.35 Nombres 23.11 2 Samuel 3.8 2 Samuel 3.39 2 Samuel 19.5-19.7
25 ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς.Esaïe 37.28 Deutéronome 28.6 Nombres 27.17 Jean 7.47 Romains 2.1
26 καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεϊραμ καὶ Δαυιδ οὐκ ᾔδει.Proverbes 26.23-26.26 Proverbes 27.4-27.6
27 καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελφοῦ Ιωαβ.1 Rois 2.5 2 Samuel 20.9-20.10 1 Rois 2.32 Jérémie 41.2 2 Samuel 2.19-2.23
28 καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ.Genèse 4.10 Genèse 9.6 Deutéronome 21.1-21.9 Matthieu 27.24 Exode 21.12
29 καταντησάτωσαν ἐπὶ κεφαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.2 Samuel 1.16 1 Samuel 2.32-2.36 Lévitique 13.44-13.46 Lévitique 15.2 Apocalypse 16.6
30 Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαων ἐν τῷ πολέμῳ.Proverbes 28.17 Actes 28.4 2 Samuel 2.19-2.23
31 καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.Genèse 37.34 2 Samuel 1.2 2 Samuel 1.11 Josué 7.6 Juges 11.35
32 καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ Αβεννηρ.Proverbes 24.17 Job 31.28 2 Samuel 1.12 2 Samuel 18.33 1 Samuel 30.4
33 καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ.2 Samuel 1.17 2 Samuel 13.12-13.13 Proverbes 18.7 Ecclésiaste 2.15-2.16 Jérémie 17.11
34 αἱ χεῖρές σου οὐκ ἐδέθησαν οἱ πόδες σου οὐκ ἐν πέδαις οὐ προσήγαγεν ὡς Ναβαλ ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.Job 24.14 2 Samuel 1.12 Psaumes 107.10-107.11 Osée 6.9 Juges 16.21
35 καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν Δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.2 Samuel 12.17 2 Samuel 1.12 Ruth 1.17 Jérémie 16.7 Juges 20.26
36 καὶ ἔγνω πᾶς ὁ λαός καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.Marc 7.37 Psaumes 62.9 2 Samuel 15.6 Marc 15.11-15.13 2 Samuel 15.13
37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ. 38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ.2 Samuel 2.8 2 Samuel 3.12 Job 32.9 1 Samuel 14.50-14.51
39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.1 Rois 2.33-2.34 1 Rois 2.5-2.6 2 Timothée 4.14 Psaumes 101.8 Psaumes 28.4

Cette Bible est dans le domaine public.