Fermer le panneau de recherche

Appuyez sur Entrée pour rechercher ou ESC pour annuler.

Accueil  /  Bible  /  Septante  / Esaïe 41.12     

Esaïe 41.12
Septante


1 ἐγκαινίζεσθε πρός με νῆσοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν.Habakuk 2.20 Zacharie 2.13 Esaïe 1.18 Joël 3.10-3.11 Esaïe 41.6-41.7
2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν.Esaïe 45.1 Esaïe 40.24 Esdras 1.2 Esaïe 41.25 Esaïe 46.11
3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.Esaïe 57.2 Job 5.24
4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.Apocalypse 22.13 Apocalypse 1.17 Esaïe 41.26 Esaïe 46.10 Esaïe 48.12
5 εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα.Psaumes 67.7 Josué 5.1 Ezéchiel 26.15-26.16 Josué 2.10 Exode 15.14
6 κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι καὶ ἐρεῖ.Esaïe 35.4 Actes 19.24-19.28 Daniel 3.1-3.7 Joël 3.9-3.11 1 Samuel 4.7-4.9
7 ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρῃ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.Esaïe 40.19-40.20 Daniel 3.1-3.7 Juges 18.24 Jérémie 10.3-10.5 Juges 18.17-18.18
8 σὺ δέ Ισραηλ παῖς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα.2 Chroniques 20.7 Jacques 2.23 Esaïe 44.1-44.2 Esaïe 44.21 Esaïe 29.22
9 οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι παῖς μου εἶ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε.1 Corinthiens 1.26-1.29 Luc 13.29 Psaumes 107.2-107.3 Esaïe 41.2 Deutéronome 7.6-7.7
10 μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι μὴ πλανῶ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.Josué 1.9 Esaïe 43.1-43.2 Romains 8.31 Philippiens 4.13 Deutéronome 31.6-31.8
11 ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου.Esaïe 45.24 Exode 23.22 Daniel 4.35 Zacharie 12.3 Actes 16.39
12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε.Psaumes 37.35-37.36 Job 20.7-20.9 Esaïe 17.14
13 ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου ὁ λέγων σοι μὴ φοβοῦ.Esaïe 41.10 Esaïe 45.1 Esaïe 42.6 Psaumes 63.8 Psaumes 73.23
14 Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ.Psaumes 22.6 Esaïe 54.5 Esaïe 43.14 Psaumes 19.14 Esaïe 44.24
15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις.Michée 4.13 Habakuk 3.12 Zacharie 4.7 Esaïe 21.10 Psaumes 18.42
16 καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερεῖ αὐτούς σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται.Jérémie 51.2 Luc 1.46-1.47 Psaumes 1.4 Matthieu 3.12 1 Samuel 2.1-2.2
17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς.Esaïe 30.19 Esaïe 55.1 Esaïe 61.1 Esaïe 42.16 Matthieu 5.6
18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς.Esaïe 35.6-35.7 Psaumes 107.35 Esaïe 30.25 Esaïe 58.11 Ezéchiel 47.1-47.8
19 θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην.Esaïe 55.13 Esaïe 37.31-37.32 Esaïe 60.13 Esaïe 35.1 Esaïe 61.11
20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν.Job 12.9 Esaïe 44.23 Exode 9.16 Psaumes 109.27 Esaïe 43.7-43.13
21 ἐγγίζει ἡ κρίσις ὑμῶν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμῶν λέγει ὁ βασιλεὺς Ιακωβ.Job 23.3-23.4 Job 38.3 Michée 6.1-6.2 Job 40.7-40.9
22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἦν εἴπατε καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.Esaïe 45.21 Esaïe 46.10 Jean 16.14 Esaïe 42.9 Esaïe 48.14
23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ’ ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὖ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα.Esaïe 42.9 Jérémie 10.5 Esaïe 44.7-44.8 Jean 13.19 Esaïe 45.3
24 ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς.Psaumes 115.8 1 Corinthiens 8.4 Esaïe 41.29 Jérémie 10.14 Deutéronome 27.15
25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ’ ἡλίου ἀνατολῶν κληθήσονται τῷ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν οὕτως καταπατηθήσεσθε.Esaïe 41.2 2 Samuel 22.43 Zacharie 10.5 Michée 7.10 Esaïe 10.6
26 τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.Esaïe 41.22 Esaïe 44.7 Esaïe 45.21 Habakuk 2.18-2.20 Esaïe 43.9
27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν.Esaïe 40.9 Esaïe 52.7 Nahum 1.15 Esaïe 44.28 Esdras 1.1-1.2
28 ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθῶσίν μοι.Esaïe 63.5 Daniel 2.10-2.11 Daniel 4.7-4.8 Esaïe 50.2 Daniel 5.8
29 εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.Jérémie 5.13 Esaïe 41.24 Psaumes 115.4-115.8 Esaïe 44.9-44.20 Habakuk 2.18

Cette Bible est dans le domaine public.